Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.73
Not analysed yet
φλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων. Ἐνταῦθα τὸ ὑψηλὸν αὐτῶν ἐπέδειξε φρόνημα, καὶ ἐγύμνωσεν ἣν εἶχον κατὰ τῶν προσηλύτων ὀφρύν. Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως, καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. Τούτων γάρ σοι πάντων τοὺς χαρακτῆρας ὁ θεῖος προσέφερε νόμος. καʹ—κγʹ. Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Ἔδειξεν αὐτὸν οὐδεμίαν ἐκ τῆς τοῦ νόμου θέσεως ὠφέλειαν δεξάμενον, ἀλλὰ τοῖς γράμμασι μόνοις ἐναβρυνόμενον· καὶ διδάσκειν μὲν ἑτέρους πειρώμενον, ἀντιφθεγγόμενον δὲ διὰ τῶν ἔργων τοῖς λόγοις, καὶ μάτην ἐπὶ τῷ νόμῳ μεγαλαυχούμενον. Τίθησι δὲ καὶ μαρτυρίαν εἰς τὴν τῆς κατηγορίας βεβαίωσιν. κδʹ. Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι, καθὼς γέγραπται. Οὐ γὰρ μόνον δοξολογίας αἴτιος οὐ γεγένησαι τῷ Θεῷ, ἀλλὰ καὶ εἰς βλασφημίαν πολλὰς ἐκίνησας γλώττας. Ὁρῶντες γάρ σου τὸν παράνομον βίον, τὸν ἐκλεξάμενόν σε προφανῶς ἐβλασφήμουν Θεόν. Οὕτω δείξας ὄνησιν αὐτοὺς ἐκ τῆς Μωσαϊκῆς νομοθεσίας οὐ δεξαμένους, εἰς τὴν περιτομὴν μεταφέρει τὸν λόγον· καὶ δείκνυσι καὶ ταύτην ἀνόνητον, ὅταν τῶν ἄλλων ἔργων ἄμοιρος ᾖ. κεʹ. Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε. Τοῖς προφητικοῖς ὁ θεῖος Ἀπόστολος ἠκολούθησε λόγοις. Ὁ γὰρ τῶν ὅλων Θεὸς διὰ Ἱερεμίου τοῦ προφήτου φησὶν, ὅτι «Πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί· ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίαις αὑτῶν.» Καὶ πάλιν· «Περιτμήθητε τῷ Θεῷ.» Καὶ δεικνὺς ποίαν λέγει περιτομὴν ἀρέσκουσαν τῷ Θεῷ, ἐπήγαγε· «Καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν τὴν σκληράν.» Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος, περιττὴν ἔδειξε τὴν περιτομὴν, τῆς κατὰ ψυχὴν οὐχ ὑπαρχούσης περιτομῆς. Δι' ἐκείνην γὰρ αὕτη δέδοται. Ἐὰν γὰρ ἐκείνη μὴ προσῇ, οὐδὲν ἀπὸ ταύτης ὄφελος· μόνης γὰρ τάξιν ἐπέχει σφραγῖδος. Ἔνθα δὲ χρυσὸν ἔχομεν, ἢ ἄργυρον, ἢ λίθους τιμίους, ἢ ἐσθῆτα πολυτελῆ, εἰώθαμεν ἐπιτιθέναι τὰ σήμαντρα. Ὅταν δέ γε τούτων ἔνδον μηδὲν ἀπόκειται, περιττὴ τῶν σημάντρων ἡ θέσις. κϛʹ. Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; Ὁ νόμος, φησὶ, τὸ ἔργον ἀπαιτεῖ. Ὅταν οὖν σὺ ὁ περιτετμημένος τοῦτο μὴ ἔχῃς, ὁ δὲ ἀκρόβυστος ἔχῃ, οὐκ ἂν εἰκότως σὺ