# Interpretatio in xiv epistulas sancti Pauli 82.737

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.737

τελεία, τέθεικε, τουτέστιν ἀποχρῶσα πρὸς τελειότητα, ἀμέμπτους τοὺς χρωμένους ἐργαζομένη. Ἐπειδὴ δὲ ἀπέχρη τοῦτο πλῆξαι τοὺς τῆς νομικῆς πολιτείας ἀντεχομένους, τὸν προφήτην Ἱερεμίαν εἰς τὴν τοῦ εἰρημένου μαρτυρίαν καλεῖ, καί φησι· ηʹ—ιβʹ. «Μεμφόμενος γὰρ αὐτοὺς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὑτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ, λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» Ταύτην προσενεγκὼν τὴν μαρτυρίαν θαυμασίως ἄγαν καὶ συντόμως ἐκβάλλει τὸν νόμον, καί φησιν· ιγʹ. «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.» Θνητοῖς γὰρ ἀνθρώποις ὁ νόμος ἁρμόδιος, ἡ δὲ καινὴ διαθήκη τὴν αἰώνιον ἡμῖν ὑπισχνεῖται ζωήν. Εἰκότως τοίνυν ἐκείνη μὲν γεγήρακεν, αὕτη δὲ καινὴ μένει διὰ παντὸς, ὡς τοῖς ἀγηράτοις αἰῶσι συνεζευγμένη. Τοῦτο καὶ ἡ προφητεία δεδήλωκεν, ὅτι Οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὑτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ, λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν. Τοῦτο δὲ οὐ κατὰ τὸν παρόντα βίον γεγένηται, ἀλλὰ κατ' ἐκεῖνον γενήσεται. Οἱ γὰρ ἔτι τὸν τῆς ἀπιστίας περικείμενοι ζόφον, ἐκεῖ τὴν ἀλήθειαν ὄψονται, καὶ κόψονται κατὰ τὴν θείαν φωνήν. Ἐπειδὴ δὲ σκιὰν τῶν ἐπουρανίων τὴν κατὰ νόμον λατρείαν ἐκάλεσεν ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις, τοῦτον ἐξυφαίνει τὸν λόγον. ΚΕΦΑΛΑΙΟΝ Θʹ. αʹ. «Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας.» Τὰς ἐντολὰς οὕτως ἐκάλεσε, καθὼς τὴν θείαν ἐποιοῦντο λατρείαν. Οὕτω γὰρ καὶ ὁ μακάριος λέγει Δαβίδ· «Τὰ δικαιώματά σου δίδαξόν με.» Καὶ αὐτὸς δὲ ὁ νομοθέτης· Ταῦτα τὰ κρίματα, καὶ τὰ δικαιώματα, ἃ ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ. Ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων περὶ τῆς σκηνῆς διαλέγεται. «Τό τε ἅγιον κοσμικόν.» Τὴν σκηνὴν οὕτως ἐκάλεσε, τύπον ἐπέχουσαν τοῦ κόσμου παντός. Καταπετάσματι γὰρ μέσῳ διῃρεῖτο διχῆ, καὶ τὰ μὲν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
