Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.740
Not analysed yet
αὐτῆς ἐκαλεῖτο ἅγια, τὰ δὲ Ἅγια τῶν ἁγίων. Καὶ ἐμιμεῖτο τὰ μὲν ἅγια τὴν ἐν τῇ γῇ πολιτείαν· τὰ δὲ Ἅγια τῶν ἁγίων τὸ τῶν οὐρανῶν ἐνδιαίτημα. Αὐτὸ δὲ τὸ καταπέτασμα τοῦ στερεώματος ἐπλήρου τὴν χρείαν. Δύο γὰρ εἶναι οὐρανοὺς ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ, ὧν τὸν μὲν πρῶτον μετὰ τῆς γῆς ἐδημιούργησεν ὁ Θεὸς, τὸν δὲ δεύτερον τῇ δευτέρᾳ πεποίηκεν, εἰρηκώς· «Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος.» Εἶτα ἐπήγαγε· «Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν.» Οὕτω καὶ ὁ μακάριος λέγει Δαβίδ· «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ.» Οὗτος γὰρ ὁ οὐρανὸς ἡμῶν μέν ἐστιν ὄροφος, ταῖς δὲ ἀοράτοις δυνάμεσιν ἐδάφους χρείαν πληροῖ. Καθάπερ τοίνυν οὗτος ἀπὸ τῶν ἄνω τὰ κάτω διείργει, οὕτω τὸ καταπέτασμα μέσον τῆς σκηνῆς διατεταμένον ἐχώριζεν ἀπὸ τῶν ἁγίων τὰ Ἅγια τῶν ἁγίων. βʹ. «Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια.» Προπαροξυτόνως ἀναγνωστέον τὰ ἅγια· οὕτω γὰρ ἡμᾶς διδάσκει νοεῖν τὸ ἕτερον ὄνομα. γ—εʹ. «Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης ἐπισκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.» Διὰ τοῦ ἱλαστηρίου καὶ τῶν Χερουβὶμ ἔδειξεν ὡς ἐκεῖνα τῶν ἐπουρανίων ἔχει τὸν τύπον· διὰ δὲ τοῦ λύχνου, καὶ τῆς τραπέζης, τὸν παρόντα βίον ᾐνίξατο. ϛʹ, ζʹ. «Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν εἰσίασιν οἱ ἱερεῖς μόνοι διαπαντὸς τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.» Διαῤῥαίνειν γὰρ τὴν τοῦ ἱλαστηρίου τῷ δακτύλῳ προσετάχθη τὸ αἷμα. ηʹ. «Τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.» Τούτου χάριν, φησὶν, ἄβατα ἦν τοῖς πολλοῖς τὰ Ἅγια τῶν ἁγίων, ὡς ἔτι κρατούσης τῆς κατὰ νόμον λατρείας. Εἰδέναι μέντοι χρὴ, ὡς τοῦ Θεοῦ ταῦθ' οὕτως γενέσθαι κελεύσαντος, ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦμα ἔφη τὸ ἅγιον ταῦτα δεδηλωκέναι, δεικνὺς τὴν ἀξίαν τοῦ Πνεύματος. θʹ, ιʹ. «Ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, μόνον ἐπὶ βρώμασι καὶ πόμασι. Καὶ διαφόροις βαπτισμοῖς, καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.» Παραβολικῶς, φησὶ, διὰ τῆς σκηνῆς διδασκόμεθα, ὡς ὁ νόμος τῷδε τῷ βίῳ πρόσφορος, καὶ τοῖς θνητὴν ἔτι ἔχουσι τὴν φύσιν ἁρ-