# Interpretatio in xiv epistulas sancti Pauli 82.741

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.741

μόδιος. Τούτου χάριν οἱ ἱερεῖς εἰς μὲν τὴν πρώτην εἰσίεσαν σκηνὴν, καὶ τὴν νενομισμένην ἐπετέλουν λατρείαν· εἰς δὲ τὰ Ἅγια τῶν ἁγίων οὐκέτι, εἷς δὲ μόνος ὁ ἀρχιερεὺς εἰσιὼν, τοῦ Δεσπότου Χριστοῦ τὸν τύπον ἐπλήρου, ὃς πρῶτος εἰς τὸν οὐρανὸν ἀνελήλυθε, καὶ βατὸν ἡμῖν τοῦτον ἀπέφηνε. Σαφῶς ἡμᾶς κἀν τοῖσδε λόγοις ἐδίδαξεν, ὡς οὐχ ἅπαντα τὸν νόμον ἐκβάλλει, τὰ περὶ βρώσεώς τε καὶ πόσεως, καὶ γονοῤῥυοῦς, καὶ λεπροῦ, καὶ τῆς ἀπὸ λέχους, καὶ ῥύσεως αἵματος. Οὗτοι γὰρ ἐβαπτίζοντο, καὶ τοῖς περιῤῥαντηρίοις ἀπεκαθαίροντο· οὐδὲν δὲ τούτων ἴσχυε καθαρὰν ἀποφῆναι συνείδησιν. Τούτων δὲ ἕκαστον οὐκ ἀλόγως ἐδόθη, ἀλλὰ κατά τινα χρείαν, ἣν λέγειν οὐ τοῦ παρόντος καιροῦ. Πρόσκαιρα δὲ ἦν ὅμως ἅπαντα, τὸν τῆς τελειότητος καιρὸν ἀναμένοντα· τοῦτο γὰρ ἔφη, μέχρις καιροῦ διορθώσεως ἐπικείμενα. Οὕτω δείξας τούτων τὸ ἀσθενὲς, τίθησιν ἐκ παραλλήλου τὰ τῆς καινῆς διαθήκης. ιαʹ, ιβʹ. «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.» Ἐνταῦθα σκηνὴν ἀχειροποίητον τὴν ἀνθρωπείαν φύσιν ἐκάλεσεν, ἣν ἀνέλαβεν ὁ Δεσπότης Χριστός. Οὐ γὰρ κατὰ γαμικὸν γεγένηται νόμον, ἀλλὰ τὸ πανάγιον Πνεῦμα τὴν σκηνὴν κατεσκεύασε. Τὸ δὲ, οὐ τῆς κτίσεως ταύτης, ἀντὶ τοῦ, Οὐ κατὰ νόμον φύσεως τῆς ἐν τῇ κτίσει πολιτευομένης. Προσενήνοχε δὲ ὑπὲρ ἡμῶν οὐχ αἷμα ταύρων καὶ τράγων, ἀλλὰ τὸ ἴδιον αἷμα· καὶ διὰ τούτου τοῦ αἵματος εἰς τὸν οὐρανὸν ἀνελήλυθεν, οὐχ ὡς οἱ ἀρχιερεῖς ἅπαξ τοῦ ἐνιαυτοῦ, ἀλλ' ἐφάπαξ αἰώνιον λύτρωσιν εὑράμενος. Λύτρον γὰρ ἡμῶν γενόμενος, τῆς τοῦ θανάτου δυναστείας ἅπαντας ἡμᾶς ἠλευθέρωσεν. Εἶτα ἐκ παραδείγματος τοῦ εἰρημένου τὴν ἀλήθειαν δείκνυσιν. ιγʹ, ιδʹ. «Εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαρίσει τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;» Εἰ γὰρ ζώων ἀλόγων αἷμα, καὶ τέφρα μεθ' ὕδατος περιῤῥαινόμενα καθαίρει τὸν ἐγγεγενῆσθαι δοκοῦντα τῷ σώματι μολυσμὸν, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ αἷμα τὰς ἡμετέρας συνειδήσεις τῶν πονηρῶν ἔργων ἐλευθεροῖ. Νεκρὰ γὰρ ἔργα τὰ δυσώδη καὶ πονηρὰ κέκληκε. Καὶ τοῦτο δὲ κατὰ τὸ ἀνθρώπινον εἴρηκεν· ἄμωμον γὰρ ἐκεῖνο τὸ σῶμα τὸ θεῖον ἀπετέλεσε Πνεῦμα. Πάντα γὰρ εἶχε τοῦ θείου Πνεύματος τὰ χαρίσματα· καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ, κατὰ τὸν θεῖον Ἰωάννην, ἡμεῖς πάντες

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
