Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.744
Not analysed yet
ἐλάβομεν. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς αἰώνιον προσηγόρευσε τὸ θεῖον Πνεῦμα. Τὸ δὲ αἰώνιον, οὐ κτιστόν. Τὸ γὰρ αἰώνιον χρονικὴν ἀρχὴν οὐκ εἶχε τοῦ εἶναι. ιεʹ. «Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου, εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.» Τούτου χάριν τὸν ὑπὲρ ἁπάντων κατεδέξατο θάνατον, ἵνα καὶ τοὺς ὑπὸ τὴν ἀρὰν τοῦ νόμου διὰ τὴν παράβασιν γενομένους ἀξιώσῃ τῆς σωτηρίας, καὶ τῶν αἰωνίων ἀγαθῶν κοινωνοὺς ἀποφήνῃ. ιϛʹ, ιζʹ. «Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διατιθεμένου. Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.» Τοῦτο τέθεικε, τοὺς ἐπὶ τῷ Δεσποτικῷ θανάτῳ πληττομένους ψυχαγωγῶν, ὅτι διαθήκης διδομένης καινῆς, ἔδει γενέσθαι τὸν θάνατον. Μετὰ γὰρ τὴν τῶν διατιθεμένων τελευτὴν αἱ διαθῆκαι λαμβάνουσι τὴν ἰσχύν. Καὶ τοῦτο δείκνυσιν ἀπὸ τῆς παλαιᾶς. ιηʹ—κβʹ. «Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων μετὰ ὕδατος, καὶ ἐρίου κοκκίνου, καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον, καὶ πάντα τὸν λαὸν ἐῤῥάντισε, λέγων· «Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ἡμᾶς ὁ Θεός. Καὶ τὴν σκηνὴν δὲ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐῤῥάντισε. Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. «Ὁ τύπος τὰ παλαιὰ τῶν καινῶν ἀναμφισβητήτως ἀπέδειξεν. Εἰ τοίνυν καὶ ἐν τῷ τύπῳ αἷμα λαβὼν ὁ νομοθέτης, καὶ ὕδατι τοῦτο κεράσας, καὶ τὴν διαθήκην αὐτὴν, καὶ τὸν λαὸν, καὶ τὴν σκηνὴν περιέῤῥανε· καὶ μέντοι καὶ οἱ μολυνόμενοι περιῤῥαινόμενοι τῆς καθαρότητος ἀπήλαυον, τί θαυμαστὸν, εἰ καὶ ἐπὶ τῆς ἀληθείας τοῦτο γεγενημένον εὑρίσκομεν; Ἀναγκαίως δὲ καὶ τὴν Μωσαϊκὴν τέθεικε μαρτυρίαν, ἐναργῶς τοῦτο δηλώσασαν· Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. Ἐπειδὴ γὰρ ἡ θεία φύσις ἀθάνατος, διὰ τοῦ αἵματος τῶν ἱερείων τὸν τύπον ἐπλήρωσε τοῦ θανάτου, καὶ τὴν διαθήκην ἐκύρωσεν. Ἐπειδὴ δὲ ἐνηνθρώπησεν ὁ Θεὸς Λόγος, καὶ σῶμα εἶχε θνητὸν, οὐκέτι τῶν ἀλόγων ἐδεήθη θυμάτων, ἀλλὰ τῷ οἰκείῳ αἵματι τὴν καινὴν ἐκύρωσε διαθήκην. Ἁρμόττει γὰρ τῇ μὲν σκιᾷ ὁ τύπος, τῷ δὲ σώματι ἡ ἀλήθεια. Τύπος δὲ ἦν, τοῦ μὲν βαπτίσματος, τὸ ὕδωρ· τοῦ δὲ σωτηρίου αἵματος, τῶν ἀλόγων αἷμα· τῆς δὲ τοῦ θείου Πνεύματος χάριτος, ἡ τοῦ ὑσσώπου θερμότης· τοῦ δὲ καινοῦ ἐνδύματος, τὸ κόκκινον ἔριον· τοῦ δὲ ἀπαθοῦς τῆς θεότητος, τὸ κέδρινον ξύλον, ἄσηπτον γὰρ τὸ ξύλον· τοῦ δὲ πάθους ἀνθρωπότητος, ἡ τῆς δαμάλεως κόνις.