# Interpretatio in xiv epistulas sancti Pauli 82.745

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.745

κγʹ. «Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι,» ἀντὶ τοῦ, τοῖς ἀλόγοις. «Αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας,» τουτέστι τῇ λογικῇ, καὶ ἀμώμῳ, καὶ ἁγίᾳ θυσίᾳ. Οὐράνια δὲ τὰ πνευματικὰ κέκληκεν, οἷς ἡ Ἐκκλησία καθαίρεται. κδʹ. «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.» Ἔδειξε καὶ ἀπὸ τοῦ τόπου τὴν διαφοράν. Οἱ μὲν γὰρ ἱερεῖς εἰς τὴν χειροποίητον εἰσῄεσαν σκηνὴν, ἢ εἰς τὸν χειρότμητον νεών· αὐτὸς δὲ εἰς τὸν οὐρανόν. Τὸ δὲ, νῦν ἐμφανισθῆναι, ἀντὶ τοῦ, ὡς ἄνθρωπος. Νῦν γὰρ πρῶτον εἰς τὸν οὐρανὸν φύσις ἀνελήλυθεν ἀνθρωπεία. κεʹ, κϛʹ. «Οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται κατ' ἐνιαυτὸν εἰς τὰ ἅγια ἐν αἵματι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου.» Οἱ κατὰ νόμον ἱερεῖς καθ' ἕκαστον ἐνιαυτὸν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσίασιν· ὁ δὲ Χριστὸς ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων τοῦτο πεποίηκεν. Καὶ ἐκεῖνοι μὲν ἐν αἵματι ἀλλοτρίῳ· αὐτὸς δὲ ἐν οἰκείῳ. «Νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.» Παντελῶς γὰρ τῆς ἁμαρτίας κατέλυσε τὴν ἰσχὺν, ἀθανασίαν ἡμῖν ὑποσχόμενος· ἐνοχλεῖν γὰρ αὕτη τοῖς ἀθανάτοις οὐ δύναται σώμασι. κζʹ, κηʹ. «Καὶ καθ' ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις· οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.» Ὥσπερ γὰρ ἅπαξ ὥρισται τῶν ἀνθρώπων ἀποθανεῖν ἕκαστον, ὁ δὲ τοῦ θανάτου τὸν ὅρον δεξάμενος, οὐκέτι μὲν ἁμαρτάνει, ἀναμένει δὲ τὴν ἐπὶ τοῖς βεβιωμένοις ἐξέτασιν· οὕτως ὁ Δεσπότης Χριστὸς ἅπαξ ὑπὲρ ἡμῶν προσενεχθεὶς, καὶ τὰς ἡμετέρας ἁμαρτίας ἀναλαβὼν, ἐπιφανήσεται πάλιν ἡμῖν, οὐκέτι τῆς ἁμαρτίας κρατούσης, ἀντὶ τοῦ, χώραν οὐκέτι ἐχούσης κατὰ τῶν ἀνθρώπων τῆς ἁμαρτίας. Αὐτὸς γὰρ καὶ θνητὸν ἔχων ἔτι τὸ σῶμα, «Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἐπισημήνασθαι μέντοι δεῖ, ὅτι πολλῶν εἶπεν ἀνενεγκεῖν ἁμαρτίας, καὶ οὐ πάντων. Οὐ γὰρ πάντες ἐπίστευσαν· τῶν οὖν πεπιστευκότων μόνων τὰς ἁμαρτίας διέλυσε. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ. «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ' ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις, αἷς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι.» Πράγματα καλεῖ τὸν μέλλοντα βίον· εἰκόνα δὲ τῶν πραγμάτων, τὴν εὐαγγελικὴν πολι-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
