# Interpretatio in xiv epistulas sancti Pauli 82.752

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.752

καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως.» Παρεξετάσας ἤδη, καὶ δείξας καὶ τὴν κατάπαυσιν ταύτην τῆς νομικῆς ἀμείνω πολλῷ, καὶ μέντοι καὶ τὴν ἱερωσύνην καὶ τὴν διαθήκην ἐκ παραλλήλου θεὶς, καὶ τὴν τούτων δηλώσας ὑπερβολὴν, παραίνεσιν προσφέρει λοιπὸν, ἔχεσθαι τῶν μειζόνων παρακαλῶν. Ἅγια δὲ τὸν οὐρανὸν κέκληκεν. Οὕτω γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρηκεν· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀλλὰ εἰς αὐτὸν τὸν οὐρανόν.» Ὁδὸν δὲ τούτων, τὴν ἀρίστην πολιτείαν, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ἐγκαινισμὸν δὲ ὁδοῦ, τὸ πρῶτον διὰ τούτων ὁδεῦσαι. Πρῶτος δὲ ὁ Δεσπότης ἐκ νεκρῶν ἀναστὰς, εἰς οὐρανοὺς ἀνελήλυθε. Διὰ τοῦτο καὶ πρόσφατον καὶ ζῶσαν ἐκάλεσε τὴν ὁδόν· πρόσφατον μὲν, ὡς τότε πρῶτον φανεῖσαν· ζῶσαν δὲ, ὡς τοῦ θανάτου πεπαυμένου. Τοὺς γὰρ τῆς ἀναστάσεως τετυχηκότας, ἀδύνατον πάλιν θανάτῳ περιπεσεῖν. Καταπέτασμα δὲ τὴν Δεσποτικὴν ὠνόμασε σάρκα· διὰ ταύτης γὰρ ἀπολαύομεν τῆς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσόδου. Ὥσπερ γὰρ ὁ κατὰ νόμον ἀρχιερεὺς διὰ τοῦ καταπετάσματος εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει, ἑτέρως δὲ αὐτὸν εἰσελθεῖν ἀδύνατον ἦν· οὕτως οἱ εἰς τὸν Κύριον πεπιστευκότες, διὰ τῆς τοῦ παναγίου σώματος μεταλήψεως, τῆς ἐν οὐρανοῖς ἀπολαύσουσι πολιτείας. Οἶκον δὲ τοῦ Θεοῦ, τοὺς πιστοὺς προσηγόρευσεν. Ἀναγκαίως δὲ προστέθεικε τὸ, ἐν πληροφορίᾳ πίστεως· ἐπειδὴ πάντα ἀθέατα, καὶ τὰ ἄδυτα τῆς σκηνῆς, καὶ ἡ θυσία, καὶ ὁ ἀρχιερεὺς, διὰ μόνης δὲ τῆς πίστεως θεωρεῖται. Αὕτη τοίνυν τῶν εἰρημένων ἡ διάνοια· Ἐπειδὴ δέδεικται, φησὶν, τῶν κατὰ νόμον πολλῷ τὰ τῆς χάριτος μείζονα, καὶ ἀνέῳκται μὲν ἡμῖν ὁ οὐρανὸς, εὐπρεπὴς δὲ ἡ ὁδὸς, ταύτην δὲ πρῶτος ὥδευσεν αὐτὸς ὁ Δεσπότης Χριστὸς, μετὰ εἰλικρινοῦς προσέλθωμεν διαθέσεως, ταῦτα οὕτως ἔχειν πιστεύοντες, καὶ πᾶσαν διχόνοιαν τῆς ψυχῆς ἐξορίζοντες. Τοῦτο γὰρ πληροφορίαν ἐκάλεσεν. «Ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, (κγʹ.) κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῶς.» Καὶ ταῦτα πάλιν ἐκ παραλλήλου τέθεικε. Περιῤῥαντηρίοις γὰρ κατὰ νόμον ἐχρῶντο, καὶ τὸ σῶμα συνεχῶς ἀπελούοντο. Οἱ δὲ κατὰ τὴν Καινὴν πολιτευόμενοι Διαθήκην, διὰ τοῦ παναγίου βαπτίσματος τὴν ψυχὴν ἐκκαθαίρονται, καὶ τὸ συνειδὸς τῶν προτέρων κηλίδων ἐλεύθερον ἀποφαίνουσι. Ῥαντισμὸν τοίνυν καὶ ὕδωρ, καθαρὸν τὸ θεῖον ἐκάλεσε βάπτισμα· ὁμολογίαν δὲ τῆς ἐλπίδος, τὸ πιστεύειν εἰς τὰ μέλλοντα ἀγαθά. Τοῦτο γὰρ ἐπήγαγε· «Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος.» Ἀληθὴς γὰρ ὁ τὴν ὑπόσχεσιν δεδωκώς. Τῇ δὲ τοῦ προσώπου ποιότητι τῆς ὑποσχέσεως τὸ βέβαιον ἔδειξε. κδʹ. «Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
