# Interpretatio in xiv epistulas sancti Pauli 82.753

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.753

ἀγάπης καὶ καλῶν ἔργων.» Εἰς ἀλλήλους, φησὶν, ἀποβλέπωμεν, καὶ ζηλούτω τὰ τοῦ πέλας ἕκαστος κατορθώματα. Καὶ γὰρ σίδηρος σίδηρον θήγει, καὶ λίθος λίθῳ προστριβόμενος ἀποκύει φλόγα. κεʹ. «Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν.» Ἔργον γὰρ τῆς ἀγάπης οὐχ ἡ διαίρεσις, ἀλλ' ἡ ἀκριβὴς ἕνωσις· ἐπισυναγωγὴν γὰρ, τὴν συμφωνίαν ἐκάλεσεν. Αἰνίττεται δέ τινας ὡς ταύτην διασπᾶσαι τετολμηκότας. «Ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.» Καθ' ἑκάστην γὰρ ἡμέραν πλησιέστεροι τῆς Δεσποτικῆς ἐπιφανείας γιγνόμεθα. Οὕτω καὶ Ῥωμαίοις ἐπιστέλλων εἴρηκε· «Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν. Εἶτα δεδίττεται αὐτοὺς τῇ μνήμῃ τῆς κρίσεως· κϛʹ, κζʹ. «Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία· φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.» Διὰ δὲ τούτων οὐ τὴν μετάνοιαν ἀπηγόρευσεν, ἀλλὰ δευτέραν ἔφη μὴ εἶναι θυσίαν. Ἅπαξ γὰρ ὑπὲρ ἡμῶν ὁ Δεσπότης ἐτύθη Χριστός. Καὶ τὸ ἑκουσίως δὲ τέθεικε, διδάσκων, ὡς τὰ παρὰ γνώμην γιγνόμενα συγγνώμης ἀπολαύει τινός. Ὑπεναντίους δὲ κέκληκεν, οὐ μόνον τοὺς τῆς ἀληθείας ἐχθροὺς, ἀλλὰ καὶ τοὺς τἀναντία τῶν θείων νόμων μετιέναι τολμῶντας. Καὶ τοῦτο δὲ πάλιν ἐκ τῆς τῶν νομίμων παραθέσεως ἄτοπον δείκνυσιν· κηʹ, κθʹ. «Ἀθετήσας τις τὸν νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;» Εἰ τὸν Μωσέως νόμον ὁ παραβαίνων ἐλεγχόμενος ἀναιρεῖται, σκοπήσατε πόσων ἄξιος θανάτων ὁ αὐτὸν τὸν Μωσέως ἀτιμάζων Θεὸν, καὶ, ὡς κοινοῦ αἵματος, τοῦ τιμίου καταφρονῶν, καὶ εἰς αὐτὴν ἐνυβρίζων τὴν χάριν τοῦ Πνεύματος. Πάλιν γὰρ ἐν σχήματι παραινέσεως τὸ διάφορον ἔδειξεν· ὅτι ὁ μὲν Υἱὸς, ὁ δὲ δοῦλος, καὶ ὅτι ἐκεῖναι μὲν ἀλόγων θυσίαι, αὕτη δὲ λογική τε καὶ παναγία. Καὶ τῷ νόμῳ δὲ οὐ νόμον ἀντέταξεν, ἀλλὰ τὸ αἷμα καὶ τὸ πνεῦμα. Διὰ τούτων γὰρ ἡμῖν ἡ σωτηρία προσγίνεται. Βεβαιοῖ δὲ τὴν ἀπειλὴν Γραφικαῖς μαρτυρίαις· λʹ. «Οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὑτοῦ.» Ταῖς δὲ μαρτυρίαις ὀχυρώσας τὸν λόγον, ὁριστικῶς ποιεῖται τὴν ἀπειλήν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
