Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.756
Not analysed yet
λαʹ. «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Ἐπειδὴ δὲ ταῦτα ἱκανὰ ἦν αὐτοὺς ἀνιᾶσαι, ὀλιγωρίαν αἰνιττόμενα, καὶ τῶν θείων ἀμέλειαν· κεράννυσι τῶν εἰρημένων τὸ αὐστηρὸν τῇ μνήμῃ τῶν ἤδη κατορθωμένων. Οὐδὲν γὰρ οὕτως εἰς προθυμίαν διεγείρει, ὡς τῶν οἰκείων κατορθωμάτων μνήμη. λβʹ—λδʹ. «Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Τοῦτο μὲν, ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν, καὶ μένουσαν ἐν οὐρανοῖς.» Ἐκείνων ὑμᾶς τῶν λαμπρῶν ἀγωνισμάτων εἰς μνήμην ἐλθεῖν βούλομαι. Παραυτίκα γὰρ τῆς θεογνωσίας τὸ φῶς εἰσδεξάμενοι, πολλοὺς ἄθλους καὶ λαμπροὺς νενικήκατε· ποτὲ μὲν αὐτοὶ λοιδορούμενοι, καὶ προπηλακιζόμενοι, καὶ τῶν ὑπαρχόντων μετὰ πολλῆς ἀποστερούμενοι θυμηδίας· ποτὲ δὲ τοῖς ταῦτα πάσχουσι κοινωνοῦντες, καὶ παντοδαπὴν αὐτοῖς προσφέροντες θεραπείαν. Ἕκαστον δὲ τούτων ἐποιεῖτε προθύμως, ἐπειδὴ τῶν ἐπηγγελμένων ἐν οὐρανοῖς ἀγαθῶν εἴχετε τὴν ἐλπίδα. Εἶτα παραινετικῶς· λεʹ. «Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν.» Ἀπὸ γὰρ τῆς νίκης πολλὴν ἐκτήσασθε παῤῥησίαν. Ὑποδείκνυσι δὲ καὶ τῶν ἀγώνων τὰ ἆθλα· «Ἥτις ἔχει μισθαποδοσίαν μεγάλην.» Διδάσκει δὲ καὶ πῶς τούτων τυχεῖν δυνατόν. λϛʹ. «Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε ἕκαστος τὴν ἐπαγγελίαν.» Τῷ πόνῳ γὰρ ἰσόμετρος ὁ μισθὸς, καὶ πρὸς τὸ ἔργον ἡ ἀντίδοσις χορηγεῖται. Καὶ ὡς ἄγαν ὀλιγωροῦντας ψυχαγωγῶν (σφοδραὶ γὰρ ἦσαν τῶν ἐναντίων αἱ προσβολαὶ), ἐπιδείκνυσι τὸν ἀγωνοθέτην πελάζοντα, καὶ οὐκ εἰς μακρὰν τοὺς στεφάνους παρέξοντα. λζʹ. «Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» Ἐγγὺς, φησὶν, ἐστὶν ὁ Δεσπότης, τὴν ταχίστην παραγενήσεται, καὶ τοῖς ἐπουρανίοις ἀγαθοῖς τοὺς πόνους ἀμείψεται. Καὶ ἐπειδὴ εἰκὸς ἦν ἀμφιβάλλειν περὶ τούτων τινὰς, εἰκότως ἐπήγαγεν· ληʹ. «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.» Διὰ τῶν προφητῶν, φησὶ, ταῦτα εἴρηκεν ὁ Θεός. Ὥστε καὶ ἡνίκα ὁ νόμος ἐκράτει, τὸ τῆς πίστεως φάρμακον τὴν σωτηρίαν ἐπραγματεύετο. «Καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.» Ὑποστολὴν τὴν ἀμφιβολίαν ἐκάλεσεν. λθʹ. «Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.» Διὰ γὰρ τῆς πίστεως προσοικειούμεθα τῷ Θεῷ. Εἶτα δείκνυσι