# Interpretatio in xiv epistulas sancti Pauli 82.757

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.757

τούς τε πρὸ νόμου, καὶ τοὺς ἐν νόμῳ διὰ πίστεως θεοφιλεῖς τε καὶ περιφανεῖς γενομένους. Δύο δὲ κατὰ ταυτὸν διὰ τούτων κατασκευάζει· τῆς τε γὰρ πίστεως δείκνυσι τὴν ἰσχὺν (ἃ γὰρ οὐ κατώρθωσεν ὁ νόμος, ἡ πίστις ἐξήνυσε), καὶ τοῖς ἀθυμοῦσι διὰ τὰς τῶν ἐναντίων ἐπαναστάσεις, προσφέρει παραψυχὴν, δεικνὺς ἅπαντας τοὺς ἀείμνηστον ἐσχηκότας τὸ κλέος διὰ τοιούτων κλυδωνίων ὁδεύσαντας. Καὶ πρῶτον μὲν αὐτὸν ἡμᾶς διδάσκει τὸν τῆς πίστεως ὅρον. ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ. «Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων.» Τὰ γὰρ οὐχ ὁρώμενα διὰ ταύτης ὁρῶμεν, καὶ πρὸς τὴν τῶν ἐλπιζομένων θεωρίαν ὀφθαλμὸς ἡμῖν γίνεται, καὶ δείκνυσιν ὡς ὑφεστῶτα τὰ μηδέπω γεγενημένα. Τῶν νεκρῶν ἁπάντων ἐν τοῖς τάφοις ἔτι κειμένων, ἡ πίστις ἡμῖν προζωγραφεῖ τὴν ἀνάστασιν, καὶ τῆς κόνεως τῶν σωμάτων τὴν ἀθανασίαν παρασκευάζει φαντάζεσθαι. Εἶτα τὸν κατάλογον τῶν πάλαι γεγενημένων ἁγίων ταύτῃ λαμπρυνόμενον δείκνυσιν. βʹ. «Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.» Τουτέστιν, οἱ πάλαι γεγενημένοι, οἱ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ διαλάμψαντες ἅγιοι. Τίθησι δὲ πρῶτον τὸ πρῶτον ἡμῖν ἐγγράφως παραδοθέν. Πρώτη δὲ ἡμῖν ἐγγράφως ἐδόθη διδασκαλία, ὅτι «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» καὶ τἄλλα τὰ περὶ κτίσεως εἰρημένα. γʹ. «Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι.» Οὐ γὰρ ὁ τοῦ σώματος ὀφθαλμὸς εἶδε δημιουργοῦντα τὸν τῶν ὅλων Θεὸν, ἀλλ' ἡ πίστις ἡμᾶς ἐξεπαίδευσεν, ὡς ὁ ἀεὶ ὢν Θεὸς, τὰ μὴ ὄντα πεποίηκε. Τούτου γὰρ οὐδέν ἐστι παρ' ἀνθρώποις παράδειγμα· ἀλλ' ὅμως οὐδὲν τοιοῦτον παρὰ τῆς φύσεως διδασκόμενοι, τὴν πίστιν ἔχομεν τῶν παραδόξων διδάσκαλον. Ἐξ ὄντων γὰρ δημιουργοῦσι οἱ ἄνθρωποι· ὁ δὲ τῶν ὅλων Θεὸς ἐκ μὴ ὄντων τὰ ὄντα παρήγαγε δʹ. «Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.» Πλείονα τὴν τιμιωτέραν ἐκάλεσε. Καὶ τοῦτο δῆλον ἐκ τῆς τοῦ Κάϊν κατηγορίας. Ἐκείνῳ γὰρ εἶπεν· «Οὐκ, ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, [ἥμαρτες]; Οὐκοῦν ὁ Ἄβελ καὶ διεῖλεν ὀρθῶς, καὶ προσενήνοχεν εὐσεβῶς· ἑκάτερον δὲ πεποίηκε, τὴν πίστιν ἔχων διδάσκαλον. Τὸ δὲ, Ἔτι λαλεῖ, ἀντὶ τοῦ, Ἀοίδιμός ἐστι μέχρι τοῦ παρόντος, καὶ πολυθρύλλητος, καὶ παρὰ πάντων εὐφημεῖται τῶν εὐσεβῶν. εʹ. «Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
