# Interpretatio in xiv epistulas sancti Pauli 82.76

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.76

μὲν κληθείης παράνομος, ἐκεῖνος δὲ τὴν ἔντιμόν σου λάβοι προσηγορίαν, καὶ ἀκρόβυστος μὲν οὐκ ἔτι κατὰ τὴν σὴν ὀνομάζοιτο λοιδορίαν, περιτετμημένος δὲ μᾶλλον, ὡς τῆς ψυχῆς τὴν κακίαν περιτεμών; κζʹ. Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. Ἄξιον θαυμάσαι τοῦ Ἀποστόλου τὴν τῆς σοφίας ὑπερβολήν. Οὐ γὰρ τὸν φυσικὸν νόμον ἀντέταξε τῷ γραπτῷ, ἀλλὰ τὸ ἐπονείδιστον ὄνομα τῷ σεμνῷ, τῇ περιτομῇ τὴν ἀκροβυστίαν. Τοῦτο δὲ, φησὶ, κατηγορίας ἐλεύθερον· οὐ γὰρ ἑκών τις οὕτω γεννᾶται, ἀλλ' ὁ Δημιουργὸς οὕτω διαπλάττει τὴν φύσιν. Οὗ δὴ χάριν οὐδὲ βλάβη τις ἐντεῦθεν γεγένηται τοῖς τῆς ἀρετῆς ἐρασταῖς. Σὺ δὲ, ἐδέξω μὲν παρὰ τῶν προγόνων τῆς περιτομῆς τὸ σημεῖον, ἔχεις δὲ τὸν νόμον τὸ πρακτέον ὑποδεικνύοντα· ἀντιπράττεις δὲ τοῖς ἔργοις τῷ τοῦ νόμου σκοπῷ. Οὕτω δείξας τὴν περιτομὴν ἀντὶ σημείου μὲν δεδομένην, περιττὴν δὲ μετὰ ταῦτα γεγενημένην, δείκνυσι λοιπὸν καὶ τὴν τοῦ Ἰουδαίου προσηγορίαν οὐδεμίαν ὄνησιν ἔχουσαν. κηʹ, κθʹ. Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή. Ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Κατέφυγεν ἐνταῦθα σαφῶς ἐπὶ τὰς προφητικὰς μαρτυρίας, ἃς ἄνω τεθείκαμεν. «Περιτέμνεσθε γὰρ, φησὶ, τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν τὴν σκληράν.» ΚΕΦΑΛΑΙΟΝ. Γʹ. Οὕτω τὴν Ἰουδαϊκὴν καταστείλας ὀφρὺν, καὶ δείξας μάτην αὐτὸν ἐπὶ τῇ περιτομῇ, καὶ τῷ νόμῳ, καὶ τῇ τοῦ Ἰουδαίου προσηγορίᾳ μεγαλαυχούμενον, ἵνα μή τις αὐτὸν ὑπολάβοι δυσμενείᾳ τοῦτο καὶ ἀπεχθείᾳ ποιεῖν, ἐπάγει· αʹ. Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; Εἰ τῶν ἀλλοφύλων, φησὶν, ἐθνῶν τινες θεοσεβείᾳ καὶ ἀρετῇ κοσμούμενοι τῶν θείων ἀναῤῥήσεων ἀπολαύουσι, τί δήποτε καὶ τῶν ἐθνῶν ἐχώρισε τὸν Ἰσραὴλ ὁ Θεὸς, καὶ τὴν περιτομὴν αὐτοῖς δέδωκε; Τὸ γὰρ περισσὸν τοῦ Ἰουδαίου, τὴν προτίμησιν λέγει τῶν ἐθνῶν. Εἶτα ἐπάγει· βʹ. Πολὺ κατὰ πάντα τρόπον. Ἐξελέξατο γὰρ αὐτῶν τοὺς προγόνους, τῆς Αἰγυπτίων ἠλευθέρωσε δυναστείας, πολυθρυλλήτους διὰ τὰς παντοδαπὰς θαυματουργίας ἀπέφηνε, νόμον εἰς βοήθειαν ἔδωκε, προφήτας ἐπέστησε. Τοῦτο γὰρ λέγει· Πολὺ κατὰ πάντα τρόπον. Ταῦτα μέντοι πάντα σιγήσας, τοῦ νόμου τὴν θέσιν τίθησι μόνην. Πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Μεγίστη γὰρ αὕτη τιμὴ, τῶν ἄλλων ἐθνῶν μόνην τὴν ἐκ φύ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
