# Interpretatio in xiv epistulas sancti Pauli 82.760

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.760

ηρεστηκέναι τῷ Θεῷ.» Μετέθηκεν εὐαρεστήσαντα ὁ Θεός· εὐηρέστησε δὲ, πιστεύσας εἶναι Θεὸν εὐσεβείας ἀγωνοθέτην. Εἶτα ἀποφαντικῶς· ϛʹ. «Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι Θεῷ.» Τέθεικε δὲ καὶ τῆς ἀποφάσεως τὴν ἀπόδειξιν, ἤδη ταύτην γνωμικῶς σχηματίσας. «Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.» Ὁ γὰρ μὴ ταῦτα οὕτως ἔχειν πιστεύσας, τῶν τῆς ἀρετῆς οὐκ ἀνέχεται πόνων. Οὐδὲ γὰρ ὁ γηπόνος τοὺς τῆς γεωργίας ὑπέμεινεν ἂν ἱδρῶτας, εἰ μὴ τῶν πόνων ἐπίστευσε τοὺς καρποὺς κομιεῖσθαι· οὕτω καὶ κυβερνήτης εἰς τοὺς λιμένας ἀποβλέπων τῶν παμπόλλων κινδύνων ἀνέχεται. ζʹ. «Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὑτοῦ, δι' ἧς κατέκρινε τὸν κόσμον, καὶ κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.» Ἡ πίστις γὰρ αὐτὸν παρεσκεύασε κατασκευάσαι τὴν κιβωτόν. Εἰ γὰρ μὴ λίαν ἐπίστευσε τῷ τοῦτο ποιῆσαι κελεύσαντι, τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως τὴν πονηρίαν ἠγάπησε. Κατέκρινε δὲ τὸν κόσμον, μόνος ἐξ ἁπάντων ἐκείνων τὴν εὐθεῖαν ὁδεύσας ὁδόν. Τῆς δὲ κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος, ἀντὶ τοῦ, ταύτην κατώρθωσεν. Οὐ γὰρ τὴν νομικὴν πολιτείαν μετῆλθεν· ἀλλὰ τῆς πίστεως γενόμενος τρόφιμος, τῶν ἀναῤῥήσεων ἔτυχε. ηʹ. «Πίστει ὁ καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἤμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται.» Τὸ, ὁ καλούμενος Ἀβραὰμ, διὰ τὴν τοῦ ὀνόματος ἐναλλαγὴν εἴρηκεν. Ἀβρὰμ γὰρ καλούμενος, Ἀβραὰμ ὠνομάσθη. Πιστεύσας δὲ τῷ καλέσαντι τὸν πατρῷον κατέλιπεν οἶκον, καὶ ἠκολούθησεν ἀγνοῶν ποίαν αὐτῷ δώσειν ἐπαγγέλλεται γῆν. «Δεῦρο γὰρ, ἔφη πρὸς αὐτὸν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω.» θʹ. «Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἐν ἀλλοτρίᾳ, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς.» Ἀλλ' οὐδὲ παραγενόμενος εἰς τὴν ἐπηγγελμένην γῆν, ἐδέσποσε ταύτης, ἀλλὰ καὶ αὐτὸς, καὶ ὁ υἱὸς, καὶ ὁ ἔκγονος, μετοίκων ἔζησαν βίον, ὡς ἐν ξένῃ παροικοῦντες τῇ κατ' ἐπαγγελίαν οἰκείᾳ. Οὗ δὴ χάριν οὐδὲ οἰκίας ἐδείμαντο, ἀλλ' ἐν σκηναῖς διετέλεσαν οἰκοῦντες. Ἐπίστευον δὲ ὅμως ἀληθῆ τὸν ἐπαγγειλάμενον εἶναι, καίτοι τῶν πραγμάτων τὴν μαρτυρίαν οὐχ ὁρῶντες συμφωνοῦσαν τῇ πίστει. ιʹ. «Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Οὐ γὰρ τῶν παρόντων ἐπεθύμει, ἀλλὰ τῶν μελλόντων ἱμείρετο. Ἐκεῖνα γὰρ ἀληθῶς βέβαιά τε καὶ μόνιμα.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
