# Interpretatio in xiv epistulas sancti Pauli 82.761

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.761

Διὰ γὰρ τῶν θεμελίων τὸ διαρκὲς ἐσήμανεν. Ἀχειροποίητον δὲ πόλιν, τὴν ἐν οὐρανοῖς πολιτείαν ἐκάλεσε. Τοῦτο δὲ καὶ ἐν τοῖς πρόσθεν εἴρηκεν· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν.» ιαʹ. «Πίστει καὶ αὐτὴ Σάῤῥα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.» Ἐγέλασε μὲν γὰρ τὸ πρῶτον οὐκ εἰδυῖα τοῦ ὑπισχνουμένου τὴν φύσιν, καὶ τῆς ἀνθρωπείας φύσεως τοὺς ὅρους ἐπισταμένη. Ἀπηγόρευσε γὰρ τὸν τόκον, οὐ μόνον τὸ γῆρας, ἀλλὰ καὶ τῆς μήτρας ἡ πήρωσις. Ὕστερον μέντοι μαθοῦσα τὸν ὑποσχόμενον, καὶ ἐπίστευσε, καὶ ἐγέννησεν ὡς ἐπίστευσε. ιβʹ. «Διὸ καὶ ἀφ' ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.» Ἀφ' ἑνὸς τοῦ Ἀβραάμ. Εἰ δὲ καὶ ἀμφοτέρους ἕνα νοήσαιμεν, οὐχ ἁμαρτησόμεθα. «Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν.» Εἶτα συλλογιστικῶς δείκνυσι, τούτους ἅπαντας θεασαμένους μὲν διὰ τῆς πίστεως τῶν ἀγαθῶν πόνων τὰς ἀντιδόσεις, κατὰ δὲ τὸν παρόντα βίον τούτων οὐκ ἀπολαύσαντας. Τούτου γὰρ οὕτω δειχθέντος, καὶ τοῦ κριτοῦ δικαίου συνομολογηθέντος, ὁ μέλλων συναπεδείκνυτο βίος. Οἱ γὰρ διὰ πάσης ὁδεύσαντες ἀρετῆς, τῶν δὲ πόνων τὰ ἆθλα κατὰ τὸν παρόντα βίον οὐκ εἰληφότες, δῆλον ὅτι λήψονται πάντως, ἐπειδήπερ δίκαιος ὁ κριτής. Οὐκοῦν ἔσται τις βίος ἕτερος, ἐν ᾧ τῶν νενικηκότων αἱ ἀναῤῥήσεις γενήσονται. Ταῦτα δὲ ἐν τοῖς ἑξῆς ὁ Ἀπόστολος διδάσκει· ιγʹ. «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.» Οὕτως ὁ πατριάρχης Ἀβραὰμ εἴρηκε τοῖς υἱοῖς Χέτ· «Πάροικος ἐγὼ καὶ παρεπίδημός εἰμι μεθ' ὑμῶν· δότε μοι κτῆσιν τάφου μεθ' ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ' ἐμοῦ.» Καὶ ὁ τῆς γῆς ἁπάσης τὴν ἐπαγγελίαν δεξάμενος, οὐδὲ τριπηχυαῖον ἐκέκτητο τόπον. Τοῦτο καὶ ὁ καλλίνικος Στέφανος ἔφη· «Καὶ οὐκ ἔδωκεν αὐτῷ οὐδὲ βῆμα ποδός.» Οὕτω καὶ ὁ μακάριος Δαβὶδ, καίτοι βασιλεὺς ὢν, καὶ τῆς γῆς ἐκείνης δεσπόζων, διηνεκῶς ἐβόα, ὅτι «Πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.» ιδʹ. «Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.» Οἱ ξένους ἑαυτοὺς, φησὶν, ὀνομάζοντες δηλοῦσιν ὡς οὐδὲν οἰκεῖον κρίνουσι τῶν παρόντων, ἀλλ' ἑτέρων ἐπιθυμοῦσι πραγμάτων. Τοῦτο καὶ ὁ Κύριος ἔφη· «Εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;» ιεʹ. «Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι.» Εἰ γὰρ τὴν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
