# Interpretatio in xiv epistulas sancti Pauli 82.764

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.764

Χαῤῥὰν, ἢ τὴν Χαλδαίων γῆν πατρίδα ὑπελάμβανεν ὁ πατριάρχης, καὶ τούτου χάριν πάροικον ἑαυτὸν ὠνόμαζε, τὴν Παλαιστίνην οἰκῶν, ῥᾷστα ἂν ὑπέστρεψεν ἐθελήσας. ιϛʹ. «Νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.» Οὐχὶ οἰκοδομίαν τινὰ λέγει, ἀλλὰ τὴν ἐν οὐρανοῖς πολιτείαν. Τοῦτο γὰρ καὶ μετ' ὀλίγα φησίν· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Εἰς καιρὸν δὲ καὶ τὸ, οὐκ ἐπαισχύνεται τέθεικεν. Ὁ γὰρ τῶν δυνάμεων Κύριος, καὶ τῶν ἀγγέλων Δεσπότης, καὶ οὐρανοῦ καὶ γῆς Ποιητὴς, ἐρωτηθεὶς, Τί ὄνομά σοι, τἄλλα πάντα καταλιπὼν ἔφη· «Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ. Τοῦτό μοι ὄνομα αἰώνιον, καὶ μνημόσυνον γενεαῖς γενεῶν.» ιζʹ, ιηʹ. «Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.» Καὶ τῶν τοῦ Ἰσαὰκ ἀπογόνων τὸ πλῆθος ὁ Θεὸς ἐπηγγείλατο τῇ θαλαττίᾳ ψάμμῳ παραπλήσιον δείξειν, καὶ τὸν Ἰσαὰκ αὐτὸς γενέσθαι θυσίαν προσέταξεν. Ὑπὸ δύο τοίνυν λογισμῶν ἐναντίων ὁ πατριάρχης πολιορκούμενος, καὶ πρὸς τούτοις τὴν φύσιν ἔχων δημίου παντὸς πικροτέρως καταξαίνουσαν, πάντα ῥᾳδίως ἐνίκησε, καὶ τὴν θυσίαν προσήνεγκε. Δείκνυσι δὲ καὶ τὸν λογισμὸν, ᾧ χρησάμενος τοὺς ἄλλους ἐσκέδασε. ιθʹ. «Λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός.» Τὸν γὰρ περὶ τοῦ πλήθους τῶν ἀπογόνων ἐγγενόμενον λογισμὸν κατηγωνίσατο, πιστεύσας ὡς καὶ σφαγέντα τὸν παῖδα δυνατὸν ἀναβιῶσαι βουλομένου Θεοῦ. «Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο,» τουτέστιν ὡς ἐν συμβόλῳ καὶ τύπῳ τῆς ἀναστάσεως. Τῇ γὰρ τοῦ πατρὸς ἀναιρεθεὶς προθυμίᾳ, τῇ τοῦ κεκωλυκότος τὴν σφαγὴν ἀνεβίω φωνῇ. Ἐν αὐτῷ δὲ προεγράφη καὶ τοῦ σωτηρίου πάθους ὁ τύπος οὗ δὴ χάριν καὶ ὁ Κύριος τοῖς Ἰουδαίοις ἔλεγεν· «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη.» κʹ. «Πίστει καὶ περὶ μελλόντων ηὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ.» Οὐ γὰρ ἂν τὰς οὐχ ὁρωμένας ἔδωκεν εὐλογίας, εἰ μὴ τοῖς λόγοις ἀκολουθήσειν τὸ ἔργον ἐπίστευσε. καʹ. «Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ ηὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.» Τὴν γὰρ τοῦ Ἐφραῒμ προεσήμαινε βασιλείαν, καὶ τῶν δέκα φυλῶν τὴν ὑποταγήν. Οὗ δὴ χάριν αὐτὸς προτυποῖ τὴν ἐκείνων προσκύνησιν. κβʹ. «Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
