Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.765
Not analysed yet
τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὑτοῦ ἐνετείλατο.» Οὐκ ἂν γὰρ περὶ τῶν ὀστῶν ἔδωκεν ἐντολὴν, εἰ μὴ ταῖς θείαις ἐπαγγελίαις ἐπίστευσεν. κγʹ. «Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὑτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.» Εἰς γὰρ τὸ τοῦ παιδὸς ἀποβλέψαντες εἶδος, θείας αὐτὸ κηδεμονίας ἤλπισαν ἀπολαύσεσθαι. κδʹ, κεʹ. «Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ· μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.» Ὁ γὰρ ἐν βασιλείοις τρεφόμενος, καὶ παντοδαπῆς ἀπολαύων χλιδῆς, καὶ τῆς βασιλίδος υἱὸς προσαγορευόμενος, οὐκ ἂν προείλετο τῶν ὁμοφύλων τὴν κακουχίαν, εἰ μὴ τοῖς τῆς πίστεως χρώμενος ὀφθαλμοῖς τὸν ἀγωνοθέτην ἑώρα. Ἁμαρτίας δὲ ἀπόλαυσιν, τὴν μετὰ τῶν δυσσεβούντων ἐκάλεσε βιοτήν. κϛʹ. «Μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.» Ἀντὶ τοῦ, τὸν ἐν τύπῳ Χριστοῦ, τὸν ἐοικότα τοῖς ὀνείδεσι τοῦ Χριστοῦ, τὸν κατὰ τῆς εὐσεβείας ὑπὸ τῶν ἐναντίων τολμώμενον. κζʹ. «Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως. Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.» Τὴν μὲν Αἴγυπτον φοβηθεὶς κατέλιπε, θαρσαλέως δὲ τὸν Αἰγύπτιον κατηκόντισε. Τὴν φυγὴν τοίνυν ἀντὶ τῆς αἰτίας τέθεικε τῆς φυγῆς. κηʹ. «Πίστει πεποίηκε τὸ Πάσχα, καὶ τὴν πρόχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.» Πίστεως γὰρ δίχα πῶς ἂν ἐπίστευσεν ὡς αἵματι προβάτου κωλύεται θάνατος; Ἀλλὰ διὰ τοῦ τύπου τὴν ἀλήθειαν προεώρα, καὶ τοῦ Δεσποτικοῦ αἵματος ὠνειροπόλει τὴν δύναμιν. κθʹ. «Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεποντίσθησαν.» Μετὰ πίστεως γὰρ πατάξας τῇ ῥάβδῳ τὰ ὕδατα, τὴν ξένην ἐκείνην ὁδὸν τῷ λαῷ κατεσκεύασεν, ἥτις τάφος τῶν Αἰγυπτίων ἐγένετο. λʹ. «Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.» Ἡ γὰρ τῶν σαλπίγγων ἠχὴ μετὰ πίστεως γενομένη μηχανημάτων δίκην τὰ τείχη κατέβαλε. λαʹ. «Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης.» Καὶ οὐκ ἐκώλυσεν ἡ τοῦ βίου παρανομία τὴν σωτηρίαν. Ἐκάλυψε γὰρ ἡ πίστις τῆς ἁμαρτίας τὰ τραύματα. Θαυμάσαι δὲ ἄξιον τὴν ἀποστολικὴν σοφίαν, μᾶλλον δὲ ὑμνῆσαι προσήκει τοῦ θείου Πνεύματος τὴν ἐνέργειαν, ὅτι τῷ Μωϋσεῖ, τῷ Ἀβραὰμ, καὶ τῷ Νῶε, καὶ τῷ Ἐνὼχ, καὶ τοῖς ἄλλοις ἁγίοις, ἀλλόφυλον γυναῖκα καὶ πόρνην συνέταξεν, ἵνα καὶ τῆς πίστεως ἐπιδείξῃ τὴν δύναμιν, καὶ καταστείλῃ τὴν Ἰουδαίων ὀφρύν. Ἑξακόσιαι μὲν γὰρ αὐτῶν