# Interpretatio in xiv epistulas sancti Pauli 82.768

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.768

χιλιάδες διὰ τὴν ἀπιστίαν ἐν τῇ ἐρήμῳ κατηναλώθησαν; οὐδὲν τῆς νομικῆς ἀπονάμενοι πολιτείας· αὕτη δὲ πόῤῥω μὲν οὖσα τῆς τοῦ Ἀβραὰμ συγγενείας, ἔξω δὲ τῆς νομικῆς ὑπάρχουσα πολιτείας, ἐν ἀκολασίᾳ τε τὸν πλεῖστον διαβιώσασα χρόνον, διὰ τῆς πίστεως τὴν σωτηρίαν ἐδρέψατο, καὶ τῆς Ἐκκλησίας τὸν τύπον ἐσκιαγράφησεν. Ὥσπερ γὰρ αὕτη μετὰ πίστεως τοὺς κατασκόπους ἐδέξατο, οὕτως ἡ Ἐκκλησία τοὺς ἀποστόλους. Καὶ καθάπερ ἐκείνη σημεῖον ἔλαβε τῆς σωτηρίας τὸ σπαρτίον τὸ κόκκινον, οὕτως ἡ Ἐκκλησία διὰ τοῦ Δεσποτικοῦ αἵματος τῶν αἰωνίων ἀπήλαυσεν ἀγαθῶν. Τούτων οὕτω μνημονεύσας, ὁ θεῖος Ἀπόστολος, καὶ τὸ τῶν εἰρημένων θεασάμενος πλῆθος, συλλήβδην τῶν λοιπῶν μνημονεύει· λβʹ. «Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν, Βαράκ τε καὶ Σαμψὼν, καὶ Ἰεφθαὲ, Δαβίδ τε καὶ Σαμουήλ.» Τούτων τὰ μὲν ὀνόματα τέθεικε, τὰ δὲ τῶν κατορθωμάτων ἐσιώπησεν εἴδη. Ἐν δὲ τοῖς ἑξῆς ἀσαφῶς μὲν, λέγει δὲ ὅμως τὰ ἑκάστου πλεονεκτήματα. Εἶτα κοινῇ μνημονεύει τῶν ἄλλων, καί φησι· «Καὶ τῶν ἄλλων προφητῶν.» Λέγει δὲ καὶ τὰ κατορθωθέντα. λγʹ. «Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας.» Ὁ Γεδεὼν τὴν Μαδιὰν κατηνάλωσε, Σαμψὼν τοὺς ἀλλοφύλους, Βαρὰκ τὸ Σισάρα, Δαβὶδ καὶ Ἀμμανίτας, καὶ Ἀμαληκίτας, καὶ Σύρους ἑκατέρους, Σαμουὴλ τοὺς ἀλλοφύλους. «Εἰργάσαντο δικαιοσύνην.» Τοῦτο κοινὸν τῶν ἁγίων ἁπάντων. «Ἐπέτυχον ἐπαγγελιῶν.» Καὶ τῷ Ἀβραὰμ ἐπηγγείλατο ὁ Θεὸς ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη, καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ τὴν αὐτὴν ἔδωκεν εὐλογίαν, καὶ μέντοι καὶ τῷ Δαβὶδ τὰς περὶ τοῦ Δεσπότου Χριστοῦ δέδωκεν ὑποσχέσεις, καὶ τούτων διὰ τῶν ἔργων τὴν ἀλήθειαν ἔδειξεν. Ἐπηγγείλατο δὲ καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, καὶ τὴν ἐπαγγελίαν πεπλήρωκεν. «Ἔφραξαν στόματα λεόντων.» Ὁ Δανιήλ. λδʹ. «Ἔσβεσαν δύναμιν πυρός.» Οἱ περὶ τὸν Ἀνανίαν, καὶ Ἀζαρίαν, καὶ Μισαήλ. «Ἔφυγον στόματα μαχαίρας.» Οἱ ἐν πολέμοις νενικηκότες. «Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας.» Οἱ περὶ τὸν Ζοροβάβελ ἐπανελθόντες, καὶ τῆς μὲν αἰχμαλωσίας ἀπαλλαγέντες, τοὺς δὲ πλησιοχώρους ἐπαναστάντας νενικηκότες. «Ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ.» Καὶ οἱ προῤῥηθέντες, καὶ οἱ τοῦ Ματταθίου παῖδες, Ἰούδας, καὶ Ἰωνάθης, καὶ Σίμων. «Παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.» Τὸ αὐτὸ διαφόρως εἴρηκεν. λεʹ. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὑτῶν.» Ἠλία τοῦ πάνυ καὶ Ἑλισσαίου τὰ θαύματα. Ὁ μὲν γὰρ τῆς χήρας, ὁ δὲ τῆς Σωμανίτιδος ἀνέστησε τὸν υἱόν. «Ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν.» Οἱ περὶ τὸν Ἐλεάζαρον, καὶ τοὺς ἑπτὰ Μακκαβαίους, καὶ τὴν τούτων μητέρα.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
