# Interpretatio in xiv epistulas sancti Pauli 82.769

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.769

λϛʹ. «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον· ἔτι δὲ δεσμῶν καὶ φυλακῆς.» Οἱ αὐτοὶ, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. λζʹ. «Ἐλιθάσθησαν.» Ζαχαρίας ὁ ἱερεὺς, ὁ Ἰωδαὲ υἱός. «Ἐπρίσθησαν.» Τὸν προφήτην Ἡσαΐαν τοῦτο πεπονθέναι φασίν. «Ἐπειράσθησαν.» Ἀβραὰμ καὶ Ἰακώβ. «Ἐν φόνῳ μαχαίρας ἀπέθανον.» Τοῦτο καὶ ὁ Κύριος ἔφη· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθοβολήσασα τοὺς ἀπεσταλμένους ἐπ' αὐτήν.» «Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, (ληʹ.) ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Οὕτως Ἠλίας ὁ μέγας, οὕτως Ἑλισσαῖος ὁ τῆς ἐκείνου χάριτος κληρονόμος, οὕτως οἱ πλεῖστοι τῶν προφητῶν, οἳ οὐδὲ οἰκίας ἔσχον, ἀλλὰ ξύλα τέμνοντες καλύβας ἑαυτοῖς κατεσκεύαζον. λθʹ, μʹ. «Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.» Οἱ μὲν οὖν τούτων ἀγῶνες τοσοῦτοι καὶ τηλικοῦτοι, ἀλλ' ὅμως οὐδέπω τῶν στεφάνων ἀπήλαυσαν. Ἀναμένει γὰρ ὁ τῶν ὅλων Θεὸς τοὺς τῶν ἄλλων ἀγῶνας, ἵνα, τοῦ σταδίου λυθέντος, κοινῇ πάντας τῶν ἀναῤῥήσεων ἀξιώσῃ τοὺς νικηφόρους. ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. αʹ. «Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα.» Πάντοθεν ἡμῖν, φησὶ, τὰ τῆς εὐσεβείας ἀρχέτυπα πρόκειται, καὶ πλῆθος τοσοῦτον, νέφος μιμούμενον τῇ πυκνότητι, μαρτυρεῖ τῇ δυνάμει τῆς πίστεως. Εἰς τούτους τοιγαροῦν ἀφορῶντες, κοῦφοι περὶ τὸν δρόμον γενώμεθα, καὶ τὸν τῶν περιττῶν φροντίδων ἀποῤῥίψωμεν ὄγκον. Οὕτω γὰρ διαφυγεῖν δυνησόμεθα καὶ τὴν ἁμαρτίαν τὴν ῥᾳδίως συνισταμένην. Ὑπομονῆς δὲ πρὸ τῶν ἄλλων ἁπάντων δεόμεθα, ἵνα τὸν προκείμενον ἀγῶνα νικήσωμεν. Εὐπερίστατον δὲ τὴν ἁμαρτίαν ἐκάλεσεν, ὡς εὐκόλως συνισταμένην τε καὶ γινομένην. Καὶ γὰρ ὀφθαλμὸς δελεάζεται, ἀκοὴ καταθέλγεται, ἁφὴ γαργαρίζεται, καὶ γλῶσσα ῥᾷστα διολισθαίνει, καὶ ὁ λογισμὸς περὶ τὸ χεῖρον ὀξύῤῥοπος. Προστίθησι δὲ καὶ τὸ μεῖζον ἀρχέτυπον· βʹ. «Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.» Κατὰ τὸ ἀνθρώπινον ἀμφότερα τέθεικεν. «Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.» Ἠδύνατο, φησὶ, μὴ παθεῖν, εἴπερ τοῦτο ἠθέλησεν· ἀλλὰ τοῦ πάθους ἠνέσχετο, πάντας εὐεργετῶν. Χαρὰ δὲ τοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
