Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.772
Not analysed yet
Σωτῆρος, τῶν ἀνθρώπων ἡ σωτηρία. Ὑπὲρ ταύτης τὸ πάθος ὑπέμεινε, καὶ μετὰ τὸ πάθος τῷ γεγεννηκότι συνεδρεύει Πατρί. γʹ. «Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὑτοὺς ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.» Τὸ εἰς αὑτοὺς, ἀντὶ τοῦ εἰς ἑαυτούς. Λογίσασθε, φησὶ, παρ' ὑμῖν αὐτοῖς, πόσην παρὰ τῶν ἁμαρτωλῶν ἀντιλογίαν ὑπέμεινεν ὁ τῶν ἁπάντων Δεσπότης. Ἱκανὴν γὰρ ἐντεῦθεν ψυχαγωγίαν καρπώσεσθε. Εἶτα καὶ δριμυτέραν αὐτοῖς ἰατρείαν προσφέρει. δʹ—ϛʹ. «Οὔπω μέχρις αἵματος ἀντεκατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται.» Οὐκ ἐναντία ταῦτα τοῖς πρόσθεν εἰρημένοις. Ἐκεῖ μὲν γὰρ αὐτοῖς ἐμαρτύρησεν, ὡς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μεθ' ἡδονῆς κατεδέξαντο, καὶ γενναίως ἤνεγκαν τὰ ὑπὲρ τῆς εὐσεβείας ὀνείδη· ἐνταῦθα δὲ ὡς ὀκλάζουσι ἐπιμέμφεται· εἰς καιρὸν δὲ τὸ, Οὔπω μέχρις αἵματος ἀντεκατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι τέθεικεν, ἐκ παραλλήλου δεικνὺς πόσον ἀποδέουσιν ἐκείνων οἳ ἐλιθάσθησαν, καὶ ἐπρίσθησαν, καὶ ἐν φόνῳ μαχαίρας ἀπέθανον. Εἶτα τῆς Παροιμιακῆς παραινέσεως ἀναμνήσας ἐπήγαγεν· ζʹ. «Εἰ παιδείαν ὑπομένετε.» Εἰ φέρετε γενναίως τὰς ἐπιφερομένας παιδείας. «Ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; (ηʹ.) Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί.» Οἱ πατέρες, φησὶ, τοὺς γνησίους παῖδας παιδεύειν εἰώθασι, καὶ μαστιγουμένους ὑπὸ τῶν διδασκάλων ὁρῶντες, οὐκ ἀνιῶνται. Τὸν γὰρ ἐκ τῆς παιδείας φυόμενον ὁρῶσι καρπόν. Τῶν μέντοι νόθων καταφρονοῦσι παίδων, καὶ τῆς ἴσης αὐτοὺς ἐπιμελείας οὐκ ἀξιοῦσιν. Εἰ τοίνυν καὶ ὑμεῖς τὴν παιδείαν ἐκκλίνετε, τῆς τῶν νόθων μερίδος ἐστέ. θʹ. «Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν;» Τὴν παρὰ τῶν σωματικῶν πατέρων προσφερομένην παιδείαν δεχόμενοι, τοῦ πνευματικοῦ Πατρὸς τὴν παιδείαν οὐκ ἀσπαζόμεθα; Πατέρα καὶ πνευμάτων τὸν πνευματικὸν πατέρα κέκληκεν, ὡς τῶν πνευματικῶν χαρισμάτων πηγήν. Δι' ἐκείνων δὲ ἡμῖν δέδωκε τὸ τῆς υἱοθεσίας ἀξίωμα. Ἔπειτα δείκνυσι καὶ τὸ τῆς παιδείας διάφορον. ιʹ. «Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας, κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.» Καὶ ἐπ' ἐκείνων μὲν εἴρηκε, κατὰ τὸ δοκοῦν. Οὐ γὰρ ἅπαντες