# Interpretatio in xiv epistulas sancti Pauli 82.773

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.773

τὸ συμφέρον διδάσκουσιν. Ἐπὶ δὲ τοῦ Θεοῦ τὸν καρπὸν ἔδειξε τῆς παιδείας. Ἁγίους γὰρ ἡμᾶς, φησὶν, ἀποφῆναι βούλεται, καὶ τῆς οἰκείας ἁγιότητος κοινωνούς. Εἶτα ὁριστικῶς· ιαʹ. «Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς. γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.» Πάσης παιδείας τὰ προοίμια λυπηρὰ, καὶ λίαν ἀνιαρά· ἀλλ' ἀξιαγάστους φύει καρποὺς, τὴν κατὰ Θεὸν εἰρήνην, καὶ τὴν ἐπαινουμένην δικαιοσύνην. Οὕτω καὶ ὁ Κύριος ἔφη, ὅτι «Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.» ιβʹ, ιγʹ. «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. Καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Τούτων τὰ μὲν ἐκ τῶν Παροιμιῶν, τὰ δὲ ἐκ τῆς Ἡσαΐου τέθεικε προφητείας. Τὸ μὲν γὰρ, Τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν, ἡ Παροιμιακὴ διδάσκει παραίνεσις· τὸ δὲ, Ἰσχύσατε χεῖρας παρειμένας, καὶ γόνατα παραλελυμένα, ὁ προφήτης εἴρηκεν Ἡσαΐας. Αἰνίττεται δὲ διὰ τούτων ὁ θεῖος Ἀπόστολος, ὡς πρὸς τὸ πλῆθος τῶν κινδύνων ὀκλάζοντες, ὀκνηρότεροι περὶ τὸν τῆς εὐσεβείας ἐγένοντο δρόμον· ἱκανὰ δὲ ταῦτα καταλῦσαι καὶ Ναυάτου τὸν τῦφον. Τοὺς γὰρ λαμπρῶς ἀγωνισαμένους, εἶτα χαυνωθέντας διαῤῥώννυσι, καὶ τοῖς τῆς μετανοίας θεραπεύει φαρμάκοις. Χωλὸν γὰρ εἰπὼν, τὴν ἴασιν ἐπηγγείλατο. Προσφέρει δὲ αὐτοῖς καὶ τῆς πρακτικῆς ἀρετῆς ὑποθήκας· ιδʹ. «Εἰρήνην διώκετε μετὰ πάντων.» Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων εἴρηκεν· «Εἰ δυνατὸν γὰρ, φησὶ, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.» Τὸ σὸν ποίησον· δεῖξον τὴν προθυμίαν. «Καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Ἁγιασμὸν τὴν σωφροσύνην ἐκάλεσε· ταύτην δὲ δυνατὸν καὶ τοὺς ἐν γάμῳ κατορθῶσαι. «Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.» ιεʹ. «Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ.» Μὴ μόνον δὲ ἑαυτῶν, ἀλλὰ καὶ ἀλλήλων ἐπιμελεῖσθε, καὶ τὸν κλονούμενον ὑπερείδετε, καὶ τὸν χειραγωγίας δεόμενον ἰατρεύσατε. «Μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσιν οἱ πολλοί.» Τοῦτο καὶ Κορινθίοις γέγραφεν· «Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;» Ῥίζαν δὲ πικρίας, καὶ τὰ πονηρὰ δόγματα, καὶ τὸν διεφθαρμένον ὠνόμασε βίον. Τοῦτο γὰρ ἐπήγαγε· ιϛʹ. «Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ.» Πορνείαν τοῦ Ἡσαῦ τὴν γαστριμαργίαν ἐκάλεσε.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
