Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.776
Not analysed yet
διὰ ταύτην γὰρ ἀπέδοτο τῶν πρωτοτοκίων τὴν εὐλογίαν. Οὐκ ἂν δέ τις ἁμάρτοι, πορνείαν αὐτοῦ καλέσας καὶ τὸν παράνομον γάμον· ἀλλοφύλους γὰρ γυναῖκας ἠγάγετο. ιζʹ. «Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.» Καὶ τοῦτο οἱ Ναυάτου ὅπλον οἰκεῖον νομίζουσιν, ἀλλὰ τοῖς οἰκείοις βληθήσονται βέλεσιν. Ὁ γὰρ Ἡσαῦ οὐ μετανοῶν ἐδάκρυσεν, ἀλλὰ τῇ τοῦ ἀδελφοῦ φθονῶν εὐπραξίᾳ. Ταυτὸ δὲ τοῦτο καὶ ὁ Κάϊν ὑπέμεινε. «Συνέπεσε γὰρ, φησὶ, τὸ πρόσωπον αὐτοῦ·» ἀλλ' οὐχ ὅτι κακῶς προσενήνοχεν, ἀλλ' ἐπειδὴ τὸν ἀδελφὸν εἶδε ψήφῳ θείᾳ τετιμημένον. Καὶ ὁ θεῖος Ἀπόστολος τοῦτο δι' ὧν εἶπεν ᾐνίξατο. Μετανοίας γὰρ, φησὶ, τόπον οὐχ εὗρεν, ἀντὶ τοῦ, Οὐχ εὗρε τὴν τῆς μετανοίας ὁδὸν, οὐδὲ ἐθρήνησεν ἐφ' οἷς κακῶς ἐβουλεύσατο. Ὠδύρατο δὲ, οὐ τὴν ἁμαρτίαν, ἀλλὰ τὴν τοῦ Ἰακὼβ εὐκληρίαν. Καὶ μαρτυρεῖ τὰ ῥήματα· «Ἐγγισάτωσαν γὰρ, ἔφη, αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.» Οὐχ ἁπλῶς δὲ τῶν κατὰ τὸν Ἡσαῦ ἐμνημόνευσεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ διδάσκων ὡς καὶ ἐκεῖνος πρωτότοκος ὢν, διὰ γαστριμαργίαν καὶ μοχθηρίαν ἀπεστερήθη τῆς εὐλογίας. Καὶ Ἰουδαῖοι τοῖς πρωτοτοκίοις τετιμημένοι, καὶ τοῖς περιττοῖς τοῦ νόμου διὰ γαστριμαργίαν δεδουλωμένοι, τῆς σωτηρίας ἐξέπεσον· τὰ δὲ ἔθνη, ὁ νέος λαὸς, οὗ τύπος ὁ Ἰακὼβ, τῶν πρωτοτοκίων ἀπήλαυσε. Παρεγγυᾷ τοίνυν τοῖς ἐξ Ἰουδαίων πεπιστευκόσι, μὴ τοῦ πρωτοτόκου τὴν παρανομίαν ζηλῶσαι, ἀλλὰ τῆς τοῦ νεωτέρου λαοῦ μεταλαχεῖν εὐλογίας. Ἐντεῦθεν πάλιν εἰς παρεξέτασιν ἑτέραν μεταφέρει τὸν λόγον· δεικνὺς τῶν ὑπὸ τοῦ Δεσπότου Χριστοῦ χορηγηθέντων ἀγαθῶν τὴν ὑπεροχήν. ιηʹ—καʹ. «Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον. Οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον. Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· ἔμφοβός εἰμι καὶ ἔντρομος.» Φοβερὰ, φησὶν, ἦν ἐκεῖνα τὰ ἐν τῷ Σινᾷ ὄρει γεγενημένα· πῦρ ὁρατὸν, καὶ καπνὸς πάντοσε περιθέων, καὶ γνόφος, καὶ σκότος, καὶ θύελλα, καὶ σάλπιγγος ἠχὴ φοβερά. Καὶ τοσοῦτον ἐντεῦθεν ἐνεγένετο δέος, ὡς μὴ μόνον τὸν λαὸν εἰπεῖν τῷ θεσπεσίῳ Προφήτῃ· Λάλει πρὸς ἡμᾶς σὺ, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἀλλὰ καὶ αὐτὸν τὸν νομοθέτην δεδιότα λέγειν· Ἔμφοβός εἰμι καὶ ἔντρομος. Καὶ τὰ μὲν φοβερὰ ἔδειξε, τὸν δὲ βλαστήσαντα ἐκ τούτων καρπὸν οὐκ ἐγύμνωσε· φανταζόμενον δὲ εἶπεν, ἐπειδὴ οὐκ αὐτὸν ἑώρων τὸν τῶν ὅλων Θεὸν, ἀλλά τινα φαντασίαν τῆς θείας ἐπιφανείας. Ἀποκα-