# Interpretatio in xiv epistulas sancti Pauli 82.777

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.777

λύπτει δὲ λοιπὸν τὸν τῆς χάριτος σκοπὸν, καί φησιν· κβʹ—κδʹ. «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρείττονα λαλοῦντι παρὰ τὸν Ἄβελ.» Ἐκεῖ, φησὶ, δέος, ἐνταῦθα δὲ ἑορτὴ καὶ πανήγυρις· καὶ ἐκεῖνα μὲν ἐν τῇ γῇ, ταῦτα δὲ ἐν τοῖς οὐρανοῖς· ἐκεῖ χιλιάδες ἀνθρώπων, ἐνταῦθα δὲ μυριάδες ἀγγέλων· ἐκεῖ ἄπιστοι καὶ παράνομοι, ἐνταῦθα ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν τοῖς οὐρανοῖς, καὶ πνεύματα δικαίων τετελειωμένων· ἐκεῖ διαθήκη παλαιὰ, ἐνταῦθα καινή· ἐκεῖ δοῦλος μεσίτης, ἐνταῦθα Υἱός· ἐκεῖ αἷμα ἀλόγων, ἐνταῦθα αἷμα Ἀμνοῦ λογικοῦ. Τὸ δὲ, κρείττονα λαλοῦντι παρὰ τὸν Ἄβελ, ἀντὶ τοῦ, Διὰ τῶν πραγμάτων φθεγγόμενον, καὶ τὴν οἰκείαν δεικνύον ἐνέργειαν. Τὸ μὲν γὰρ τοῦ Ἄβελ αἷμα ᾄδεται· τοῦτο δὲ καὶ ἐνεργεῖ τὴν τῶν ἀνθρώπων σωτηρίαν. Πρωτοτόκους δὲ τοὺς ἐκλεκτοὺς κέκληκεν, ἐπειδὴ διπλοῦν κλῆρον κατὰ τὸν νόμον ἐλάμβανον οἱ πρωτότοκοι. Ταῦτα δὲ εἴρηκε, καὶ τὴν ὑπεροχὴν τούτων δεικνὺς, καὶ σπουδαιότερον αὐτοῖς προσιέναι παρεγγυῶν. κεʹ. «Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανῶν ἀποστρεφόμενοι.» Ἐπειδὴ ἔφασαν ἐκεῖνοι «Λάλει πρὸς ἡμᾶς σὺ, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς,» παρακελεύεται αὐτοῖς μὴ ζηλῶσαι τὴν ἐκείνων παχύτητα, μηδὲ παραπλησίως ἐκείνοις καταλιπεῖν τὸν Δεσπότην, καὶ πρὸς τὸν οἰκέτην δραμεῖν, καὶ ἀντὶ τοῦ Θεοῦ τὸν Μωϋσέα λαβεῖν, καὶ ἀντὶ τῶν καινῶν προσμεῖναι τοῖς παλαιοῖς. Καίτοι, φησὶν, οὐκ οὐρανόθεν αὐτοῖς ὁ Θεὸς, ἀλλ' ἐν τῷ Σινᾷ ὄρει τὴν νομοθεσίαν ἐδίδου· ἡμεῖς δὲ τὴν ἀπ' οὐρανῶν ἐπιφάνειαν προσδεχόμεθα τοῦ Δεσπότου. Καὶ διδάσκων ὡς αὐτὸς καὶ τούτων κἀκείνων νομοθέτης γεγένηται, ἐπήγαγεν· κϛʹ. «Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε.» Ἐσαλεύθη γὰρ τὸ ὅρος, τοῦ Θεοῦ σημαῖνον τὴν ἐπιφάνειαν. «Νῦν δὲ ἐπαγγέλλεται λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.» Αὐτὸς, φησὶ, καὶ τότε τὴν γῆν ἔσεισεν, αὐτὸς καὶ τὸν οὐρανὸν σὺν τῇ γῇ προηγόρευσε σείσειν. κζʹ. «Τὸ δὲ, ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.» Σεισμοὶ, φησὶ, γίνονται συνεχεῖς. Τὸ τοίνυν ἅπαξ μεταβολήν τινα πραγμάτων δηλοῖ, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
