# Interpretatio in xiv epistulas sancti Pauli 82.780

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.780

τῶν φθειρομένων τὴν ἐπὶ τὰ κρείττω μετάστασιν, ἅπερ μόνιμον λοιπὸν ἔξει τὴν φύσιν. κηʹ. «Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας.» Τὸ δὲ, ἀσάλευτον, ἀντὶ τοῦ, Διαρκῆ, τέθεικεν. Ἔδειξε δὲ καὶ πῶς δεῖ προσφέρειν τῷ Θεῷ τὴν λατρείαν. Εἶτα καὶ τῶν θείων λογίων ἀναμιμνήσκει, τῷ φόβῳ προθυμοτέρους ποιῶν. κθʹ. «Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.» Πάλιν δὲ τὴν ἠθικὴν προσφέρει παραίνεσιν. ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. αʹ. «Ἡ φιλαδελφία μενέτω.» Ἡ τοῦ ὀνόματος συνθήκη τὴν ἐπίτασιν τῆς ἀγάπης δηλοῖ. Ἐκ φίλου γὰρ καὶ ἀδελφοῦ ἓν συνέθηκεν ὄνομα. βʹ. «Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.» Ἀβραὰμ ὁ πατριάρχης ὡς ἀνθρώποις γὰρ προσελθὼν, εὗρεν ἀγγέλους, καὶ τὸν ἀγγέλων Δεσπότην. Οὕτω καὶ ὁ μακάριος Λὼτ, ὡς ἀνθρώπους μὲν ὑπεδέξατο τοὺς ἀγγέλους, ὡς δὲ παρ' ἀγγέλων τὴν εὐλογίαν ἐδέξατο. γʹ. «Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων. ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» Κοινωνεῖτε διὰ τῆς συμπαθείας, καὶ τῆς προσφόρου θεραπείας, τοῖς ταῦτα πάσχουσι διὰ τὴν εὐσέβειαν. δʹ. «Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.» Τὸ μὲν γὰρ ἔννομον, τὸ δὲ λίαν παράνομον. Καὶ τὸ μὲν ὁ Θεὸς ἐνομοθέτησεν ἐξ ἀρχῆς· «Ποιήσωμεν γὰρ αὐτῷ, ἔφη, βοηθὸν κατ' αὐτόν.» Καὶ διαπλάσας ἤγαγε καὶ συνῆψε, καὶ τὴν γαμήλιον δέδωκεν εὐλογίαν· «Αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν.» Τὴν δὲ μοιχείαν καὶ πορνείαν ὁ ἀκόλαστος ἐπεισήγαγε λογισμός. εʹ. «Ἀφιλάργυρος ὁ τρόπος.» Οὐ τὴν κτῆσιν ἀπηγόρευσεν, ἀλλὰ τὸ χρημάτων ἐρᾷν. Ἐντεῦθεν γὰρ ἡ πλεονεξία γεννᾶται. «Ἀρκούμενοι τοῖς παροῦσιν.» Αὔξειν τὰ ὄντα σπουδαζέτω μηδείς· ἐπαινουμένη γὰρ ἡ αὐτάρκεια. Δίδωσι δὲ καὶ ἐχέγγυον τῆς παραινέσεως ἱκανόν. «Αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω.» Ἀψευδὴς ὁ ὑποσχόμενος, πιστῶς τὴν ἐπαγγελίαν δεξώμεθα· τοῦτο γὰρ ἐπήγαγεν· ϛʹ. «Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.» Ἀναγκαίως καὶ τοῦτο τῇ παραινέσει προσήρμοσεν, ἵνα καταθαῤῥήσωσι τῶν διωκόντων, εἰς τὸν Θεὸν ἀποβλέποντες.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
