# Interpretatio in xiv epistulas sancti Pauli 82.785

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.785

εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἀναγκαίως τὴν εὐλογίαν τῇ διδασκαλίᾳ προστέθεικε, καὶ οἷόν τινας σφραγῖδας τοῖς πολλοῖς ἐπέθεικε λόγοις. Ποιμένα δὲ προβάτων μέγαν τὸν Δεσπότην προσηγόρευσε Χριστόν· αὐτοῦ γάρ ἐστι φωνή· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.» Αἰώνιον δὲ τὴν καινὴν κέκληκε διαθήκην, ὡς ἑτέρας μετὰ ταύτην οὐκ ἐσομένης. Ἵνα γὰρ μή τις ὑπολάβῃ καὶ ταύτην δι' ἄλλης διαθήκης παυθήσεσθαι, εἰκότως αὐτῆς τὸ ἀτελεύτητον ἔδειξε. κβʹ. «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως. Καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.» Ἀσμένως δέξασθε τὴν παρ' ἐμοῦ πεμφθεῖσαν διὰ τῶν γραμμάτων παράκλησιν. Ἵνα γὰρ μηδένα τῶν λόγων ἀποκναίσῃ τὸ μῆκος, ἐν κεφαλαίῳ γέγραφα τὴν Ἐπιστολήν. κγʹ. «Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.» Ἔδειξεν ὡς δι' αὐτοῦ πέπομφε τὴν Ἐπιστολήν. Εἰκὸς δὲ ἦν αὐτοὺς καὶ χαίρειν αὐτῷ, ἐπειδήπερ καὶ αὐτὸς περιτετμημένος ὑπῆρχεν. κδʹ. «Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους.» Αἰνίττεται ὁ λόγος ὡς οἱ προστατεύοντες αὐτῶν τοιαύτης διδασκαλίας οὐκ ἔχρῃζον. Οὗ δὴ χάριν οὐκ ἐκείνοις ἐπέστειλεν, ἀλλὰ τοῖς μαθηταῖς. «Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.» Ἔδειξε πόθεν γέγραφε τὴν Ἐπιστολὴν, καὶ κατὰ ταυτὸν ἐδίδαξεν, ὡς ἐν βραχεῖ καιρῷ πάντα τὸ εὐαγγελικὸν διέδραμε κήρυγμα, καὶ τὰ ἔθνη κατὰ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην ἐπαγγελίαν τῆς εὐλογίας τετύχηκεν. κεʹ. «Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.» Τὸ σύνηθες ἀκροτελεύτιον τέθεικε, τὴν τῆς χάριτος αὐτοῖς ἐπευξάμενος μετουσίαν. Ἡμεῖς δὲ τὸν τῶν καινῶν καὶ τῶν παλαιῶν ἀνυμνήσωμεν νομοθέτην, καὶ τῆς παρ' αὐτοῦ τυχεῖν ῥοπῆς ἱκετεύσωμεν· ἵνα τοὺς θείους αὐτοῦ φυλάξαντες νόμους, τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Ἑβραίους ἐγράφη ἀπὸ Ἰταλίας διὰ Τιμοθέου.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
