# Interpretatio in xiv epistulas sancti Pauli 82.788

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.788

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ Αʹ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Λυκαὼν ὁ τρισμακάριος Τιμόθεος ἦν. Καταλιπὼν δὲ καὶ πατρίδα, καὶ οἰκίαν, καὶ τοὺς γεγεννηκότας, εἴπετο τῷ Ἀποστόλῳ, πάντων ὁμοῦ τὴν σὺν αὐτῷ διαγωγὴν προαιρούμενος. Τούτῳ τῆς Ἀσίας τὴν ἐπιμέλειαν ἐνεχείρισεν ὁ θεσπέσιος Παῦλος. Γράφει τοίνυν αὐτῷ, πρῶτον μὲν τοὺς τἀναντία διδάσκειν ἐπιχειροῦντας ἐπιστομίζειν παρακαλῶν· εἶτα τῆς ἐκκλησιαστικῆς αὐτὸν λειτουργίας ἐκπαιδεύων τὴν τάξιν· ἔπειτα καὶ τῶν ἱερατικῶν, καὶ μέντοι καὶ τῶν ἄλλων ταγμάτων τῆς πολιτείας τοὺς χαρακτῆρας ὑποδεικνύς. Προηγόρευσε δὲ καὶ τῶν δυσωνύμων αἱρετικῶν τὰ ὀλέθρια σπέρματα. Παρῄνεσε δὲ καὶ αὐτῷ ποιεῖν ἅπερ προσήκει ποιεῖν τὸν ψυχῶν κηδεμονίαν πεπιστευμένον. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν.» Διδάσκει τὸν μαθητὴν, ὡς τὴν ἀποστολικὴν ἀξίαν οὐχ ἥρπασεν, ἀλλὰ προσταχθεὶς ὑπὸ τοῦ Θεοῦ προσέφερεν ἅπασι τὸ σωτήριον κήρυγμα. Συνῆψε τῷ Θεῷ καὶ τὸν Δεσπότην Χριστὸν, τὴν ὁμοτιμίαν δεικνύς. Σωτηρίαν δὲ τὸν Θεὸν καὶ τὸν Χριστὸν ἐλπίδα κέκληκεν, οὐ διαιρῶν τὰ ὀνόματα, καὶ τῷ μὲν τοῦτο, τῷ δὲ ἐκεῖνο προσνέμων, ἀλλ' ἀμφότερα ἐφ' ἑκατέρου προσώπου νοῶν. Καὶ γὰρ ὁ μακάριος Δαβὶδ ἀμφότερα ἐφ' ἑνὸς προσώπου τέθεικεν· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. βʹ. «Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἄγαν ἁρμοδίως τῷ σχετικῷ ὀνόματι τὴν πίστιν συνέζευξεν. Οὐ γὰρ ἡ φύσις, ἀλλ' ἡ πίστις υἱὸν αὐτὸν ἀπειργάσατο. Πεπιστευκὼς γὰρ τῷ θείῳ κηρύγματι, πατέρα καλεῖν ἠξιώθη τὸν θεῖον Ἀπόστολον. γʹ, δʹ. «Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγεί-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
