# Interpretatio in xiv epistulas sancti Pauli 82.789

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.789

λῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει.» Οἱ ἐξ Ἰουδαίων πεπιστευκότες, ἐπὶ τῇ γνώσει τῆς Παλαιᾶς Διαθήκης μέγα φρονοῦντες, ζητήματα ἄττα τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι προσέφερον, ἐλέγχειν μὲν αὐτοὺς ὡς ἀμυήτους τῶν θείων λογίων πειρώμενοι, φυλάττειν δὲ τὴν νομικὴν πολιτείαν παραπείθειν ἐπιχειροῦντες. Οὕτω καὶ τὰς ἐξ Ἀβραὰμ καὶ Δαβὶδ γενεαλογίας κατέλεγον, ἐρευνῶντες δῆθεν εἰ ἀληθῶς ἐκ τούτων ὁ Κύριος κατὰ σάρκα γεγέννηται. Παρεγγυᾷ τοίνυν ὁ θεῖος Ἀπόστολος τῷ θαυμασίῳ Τιμοθέῳ τούτους μὲν ἐπιστομίζειν, καὶ μὴ συγχωρεῖν αὐτοῖς παραφθείρειν τὸν τῆς διδασκαλίας κανόνα· τοῖς δέ γε ἄλλοις παρακελεύεσθαι τῇ τούτων μὴ προσέχειν ἀδολεσχίᾳ. Μύθους δὲ οὐ τὴν τοῦ νόμου διδασκαλίαν ἐκάλεσεν, ἀλλὰ τὴν Ἰουδαϊκὴν ἑρμηνείαν, τὴν ὑπ' αὐτῶν καλουμένην δευτέρωσιν· καὶ διδάσκει ὡς αἱ μὲν περιτταὶ ζητήσεις ἀνόνητοι, ἡ δὲ πίστις φωτίζει τὸν νοῦν, καὶ ἐπιδείκνυσι τὰς θείας οἰκονομίας. εʹ. «Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν, ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου.» Δείξας τῆς ἐκείνων μυθολογίας τὸ ἀκερδὲς, προὔθεικε τῆς οἰκείας διδασκαλίας τὸ χρήσιμον. Προσήκει γάρ σε, φησὶ, διδάσκειν αὐτοὺς εἰλικρινῶς ἀγαπᾷν τὸν εὐεργέτην Θεὸν, καὶ πίστιν ἔχειν ἀκραιφνῆ, τῇ τοῦ συνειδότος μαρτυρίᾳ βεβαιουμένην. Εἶτα πάλιν τὸν κατηγορικὸν ἀνέλαβε λόγον. ϛʹ, ζʹ. «Ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίαν, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.» Δεδήλωκεν ὡς οὐ περὶ τῶν προφανῶς ἐναντίων ταῦτα λέγει, ἀλλὰ περὶ τῶν πεπιστευκέναι μὲν τῷ Κυρίῳ λεγόντων, τὴν εὐαγγελικὴν δὲ διαφθειρόντων διδασκαλίαν, καὶ τοὺς ἀνοήτους αὑτῶν λογισμοὺς τῶν θείων λογίων σοφωτέρους ὑπειληφότων. Ὅτι δὲ ἐξ Ἰουδαίων οὗτοι ἦσαν, σαφῶς διδάσκει τὸ, θέλοντες εἶναι νομοδιδάσκαλοι. Ἐπειδὴ δὲ σφοδροτέροις κατὰ τούτων ἐχρήσατο λόγοις, ἵνα μή τις αὐτὸν ὑπολάβῃ τοῦ νόμου κατηγορεῖν, ἀναγκαίως ἐπήγαγεν· ηʹ. «Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται.» Οὐ τῷ νόμῳ μέμφομαι, ἀλλὰ τοῖς κακοῖς διδασκάλοις τοῦ νόμου. Οἶδα γὰρ τὸν νόμον ὠφέλιμον τοῖς φυλάττειν προαιρουμένοις τὸν τούτου σκοπόν. Τὸ γὰρ, ἐάν τις αὐτῷ νομίμως χρῆται, τοῦτο δηλοῖ, ἐάν τις ἀκολουθῇ αὐτοῦ τῷ σκοπῷ. Σκοπὸς δὲ τῷ νόμῳ, προσαγαγεῖν ἡμᾶς τῷ Δεσπότῃ Χριστῷ, μετὰ τὴν ἐκείνου παρουσίαν μηκέτι κρατεῖν. Τοῦτο γὰρ καὶ Γαλάταις ἐπιστέλλων εἴρηκεν· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.» Τῷ νόμῳ γὰρ, φησὶ, πειθόμενος, οὐ φυλάττω τὸν νόμον. Δείκνυσι δὲ καὶ ἑτέρως περιττὸν τὸν νόμον, τοῖς φύσει οὐ μετιοῦσι καλά.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
