# Interpretatio in xiv epistulas sancti Pauli 82.792

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.792

θʹ, ιʹ. «Εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις καὶ μητραλοίαις, ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις.» Τούτων, φησὶν, ἁπάντων ὁ νόμος ἀπαγορεύει τὴν πρᾶξιν· ὁ δὲ τούτων ἀπεχόμενος τῆς νομικῆς οὐ δεῖται διαγορεύσεως. Ταῦτα δὲ καὶ ἡμεῖς τῆς καινῆς διαθήκης οἱ κήρυκες ὡσαύτως ἀπαγορεύομεν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. «Καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, (ιαʹ) κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.» Ἔδειξεν ὡς τὰ ἀναγκαῖα τοῦ νόμου συνῳδὰ τῷ Εὐαγγελίῳ καὶ σύμφωνα. Ἀναγκαῖα δὲ τοῦ νόμου τὸ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ οὐ κλέψεις, καὶ ὅσα τοιαῦτα. Περιττὰ δὲ, τὰ περὶ θυσιῶν, καὶ ἡμερῶν, καὶ νεκρῶν, καὶ λεπρῶν, καὶ τὰ τούτοις προσόμοια· ὧν τὴν ἐκπλήρωσιν τῷ ἀφιερωθέντι συνέζευξε τόπῳ, ἵνα ἐκείνου λυθέντος, δειχθῇ καὶ τούτων ἡ λύσις. Εὐαγγέλιον δὲ δόξης, τὸ κήρυγμα κέκληκεν, ἐπειδὴ τὴν μέλλουσαν δόξαν ἐπαγγέλλεται τοῖς πιστεύουσιν. Ὁ μέντοι θεῖος Ἀπόστολος εἰρηκὼς πεπιστεῦσθαι τὸ Εὐαγγέλιον, εἰς μνήμην ἦλθεν ὧν πάλαι κατὰ τῆς Ἐκκλησίας ἐτόλμησε, καὶ ὕμνοις τὸν εὐεργέτην ἠμείψατο, βοῶν. ιβʹ, ιγʹ. «Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν.» Οὐ γὰρ οἰκείᾳ δυνάμει χρώμενος ταύτην τοῖς ἀνθρώποις προσφέρω τὴν διδασκαλίαν, ἀλλ' ὑπὸ τοῦ σεσωκότος ῥωννύμενός τε καὶ νευρούμενος· ὃς τὸν κατ' αὐτοῦ λυττῆσαι τετολμηκότα, πιστὸν ἀπέφηνε τοῦ Εὐαγγελίου διάκονον. Δείκνυσι δὲ καὶ αὐτὸν τῆς μεταβολῆς τὸν τρόπον. «Ἀλλ' ἠλεήθην.» Τίς δὲ τοῦ ἐλέους ἡ πρόφασις; «Ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ.» Ἐτύφλωττον γὰρ, οὐχ ἑώρων τὸ φῶς. Οὐ γὰρ φθόνῳ βαλλόμενος ἐπολέμουν, ἀλλ' ὑπὲρ τοῦ νόμου δῆθεν ἀγωνιζόμενος. Τί δὲ μετὰ ταῦτα πεποίηκας; ιδʹ. «Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν, μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.» Ἔδειξε πρὸς οἷς ἔλαβεν ἅπερ αὐτὸς συνεισήνεγκε. Τυχὼν γὰρ τῆς ἄνωθεν χάριτος, τὴν πίστιν καὶ τὴν ἀγάπην προσήνεγκεν. Εἰλικρινῶς γὰρ πιστεύσας, θερμῶς ἄγαν ἠγάπησε, καὶ τῷ ἔρωτι τούτῳ πυρπολούμενος διετέλεσεν. Οὕτω τὰ καθ' ἑαυτὸν γυμνώσας, δείκνυσι ταύτην πᾶσι προκειμένην τὴν χάριν. ιεʹ. «Πιστὸς ὁ λόγος.» Ἀντὶ τοῦ, ἀψευδὴς καὶ ἀληθής. «Καὶ πάσης ἀποδοχῆς ἄξιος.» Ἀξιάγαστος, καὶ πάσης ἄξιος εὐφημίας. «Ὅτι Χριστὸς Ἰησοῦς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
