# Interpretatio in xiv epistulas sancti Pauli 82.797

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.797

ὁρῶντας τὴν ἐκ τῆς βλασφημίας προσγενομένην βλάβην. Ἐντεῦθεν τοὺς περὶ τῆς ἐκκλησιαστικῆς τάξεως τίθησιν ὅρους. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων.» Δέησις μέν ἐστιν, ὑπὲρ ἀπαλλαγῆς τινων λυπηρῶν ἱκετεία προσφερομένη· προσευχὴ δὲ, αἴτησις ἀγαθῶν· ἔντευξις δὲ, κατηγορία τῶν ἀδικούντων. Ἡ πάλη δὲ ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Κατὰ τούτων πρόσιμεν τῷ δικαιοκρίτῃ, καὶ τὴν δικαίαν αἰτοῦμεν ἐπικουρίαν. Ἡ δέ γε εὐχαριστία ὑπὲρ τῶν προϋπηργμένων ἀγαθῶν προσφέρεται τῷ Θεῷ. Ταῦτα δὲ ποιεῖν ὑπὲρ ἁπάντων ἀνθρώπων παρεγγυᾷ, ἐπειδὴ καὶ Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι. βʹ. «Ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων.» Μάλα σοφῶς τὸ κοινὸν τῶν ἀνθρώπων προστέθεικεν, ἵνα μή τις κολακείαν νομίσῃ τὴν ὑπὲρ τῶν βασιλέων εὐχήν. Ἐπειδὴ δὲ δυσσεβεῖς ἦσαν οἱ τηνικαῦτα κρατοῦντες, καὶ προφανεῖς τῆς εὐσεβείας πολέμιοι, τῆς ὑπὲρ τούτων γινομένης προσευχῆς διδάσκει τὸ εὔλογον. «Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.» Ἐκείνων γὰρ πρυτανευόντων εἰρήνην, μεταλαγχάνομεν καὶ ἡμεῖς τῆς γαλήνης, καὶ ἐν ἡσυχίᾳ εὐσεβείας ἐκπληροῦμεν τοὺς νόμους. Τῇ δὲ εὐσεβείᾳ συνέζευξε τὴν σεμνότητα, διδάσκων ὡς δεῖται τῶν ἔργων ἡ πίστις. Οὕτω καὶ οἱ ἐν Βαβυλῶνι τῶν Ἰουδαίων αἰχμάλωτοι τοῖς ἐν τῇ Ἰουδαίᾳ καταλειφθεῖσιν, ἐπέστειλαν, ὑπὲρ τοῦ Ναβουχοδονόσορ καὶ Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ προσενεγκεῖν προσευχήν. Ὁ δὲ θεῖος Ἀπόστολος οὐ τούτου μόνον χάριν τὰς ὑπὲρ τούτων γίνεσθαι δεήσεις παρεγγυᾷ, ἀλλ' ἵνα καὶ τῆς ἀσεβείας παυσάμενοι μεταμάθωσι τὴν εὐσέβειαν. γʹ, δʹ. «Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Πάντας γὰρ ἀπολαῦσαι βούλεται σωτηρίας. Εἶτα καὶ ἑτέρωθεν τοῦτον πιστοῦται τὸν λόγον. εʹ. «Εἷς γὰρ Θεός.» Οὐ γὰρ ἄλλος τῶν πιστῶν, καὶ ἄλλος τῶν ἀπίστων ἐστὶ ποιητὴς, ἀλλ' εἷς ὑπάρχει Δημιουργός. «Εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἅνθρωπος Χριστὸς Ἰησοῦς.» Εἷς τῆς εἰρήνης ὁ πρύτανις, ὁ ἐν ἑαυτῷ τὰ διεστῶτα συνάψας. Ἄνθρωπον δὲ τὸν Χριστὸν ὠνόμασεν, ἐπειδὴ μεσίτην ἐκάλεσεν· ἐνανθρωπήσας γὰρ ἐμεσίτευσεν. Καὶ καθάπερ ὁ δύο τινὰς πρὸς ἀλλήλους ζυγομαχοῦντας καταλλάξαι βουλόμενος, μέσος γινόμενος, καὶ τοῦτον μὲν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
