# Interpretatio in xiv epistulas sancti Pauli 82.800

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.800

τῇ δεξιᾷ χειρὶ, τοῦτον δὲ τῇ εὐωνύμῳ κατέχων, εἰς φιλίαν συνάπτει· οὕτως αὐτὸς τῇ θείᾳ φύσει τὴν ἀνθρωπείαν ἑνώσας, ἀκήρατον καὶ ἀδιάλυτον εἰρήνην ἐπραγματεύσατο. Εἰ δὲ, κατὰ Ἄρειον καὶ Εὐνόμιον, οὐ μετέχει τῆς τοῦ Πατρὸς οὐσίας, πῶς μεσίτης ἐστίν; Ἡμῖν μὲν γὰρ ἥνωται, ἐπειδήπερ ἡμῖν ἐστι κατὰ τὸ ἀνθρώπινον ὁμοούσιος· τῷ δὲ Πατρὶ οὐκ ἔτι, εἴπερ κατ' ἐκείνους, τῆς φύσεως ἐκείνης ἀφέστηκεν. Ἀλλὰ μεσίτην αὐτὸν ὁ θεῖος Ἀπόστολος κέκληκεν. Οὐκοῦν καὶ τῷ Πατρὶ ἥνωται κατὰ τὴν θεότητα, καὶ ἡμῖν ὡσαύτως κατὰ τὴν ἀνθρωπότητα. Δείκνυσι δὲ καὶ τὸ Δεσποτικὸν πάθος ὑπὲρ ἁπάντων γεγενημένον. ϛʹ, ζʹ. «Ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων τὸ μαρτύριον καιροῖς ἰδίοις. Εἰς ὃ ἐτέθνη ἐγὼ κῆρυξ καὶ ἀπόστολος· ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι· διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.» Πάντων γὰρ ὑπὸ τὴν τοῦ θανάτου δυναστείαν γεγενημένων, αὐτὸς οὔτε ὡς Θεὸς ὑποκείμενος θανάτῳ, ἀθάνατον γὰρ ἔχει τὴν φύσιν, οὔτε μὴν ὡς ἄνθρωπος, ἁμαρτίαν γὰρ οὐκ ἐποίησε τοῦ θανάτου τὴν πρόξενον, οἷόν τι λύτρον ἑαυτὸν δέδωκε, καὶ τῆς ἐκείνου δουλείας ἅπαντας ἠλευθέρωσε. Μαρτύριον δὲ τὸ πάθος ἐκάλεσε, πρῶτον μὲν διὰ τὸ ἄδικον τῆς σφαγῆς· ἔπειτα δὲ καὶ διὰ τὸ πάντας ἔχειν μάρτυρας τοὺς προφήτας. Καὶ Ἰουδαίων δὲ λεγόντων· «Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθὴς,» ἀπεκρίνατο, ὅτι «Μόνος οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ.» Καιροὺς δὲ ἰδίους τοῦ μαρτυρίου τοὺς ἐπιτηδείους ἐκάλεσεν. Οὕτω καὶ ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇ «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου.» Τούτου δὲ, φησὶ, τοῦ μυστηρίου κῆρυξ κεχειροτόνημαι καὶ ἀπόστολος· καὶ μετὰ τῆς προσηκούσης πίστεώς τε καὶ ἀληθείας τοῦτο πᾶσι προσφέρω· βεβαιῶ γὰρ τῇ θαυματουργίᾳ τοὺς λόγους. ηʹ. «Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.» Τὸ, ἐν παντὶ τόπῳ. πρὸς τὴν νομικὴν διαγόρευσιν τέθεικεν· ὃς γὰρ τοῖς Ἱεροσολύμοις περιέγραψε τὴν λατρείαν. Ἀλλ' ὅμως καὶ τοῦ νόμου κρατοῦντος, οἱ προφῆται τὰ τῆς χάριτος προεώρων. Καὶ ἔστιν ἀκοῦσαι τοῦ θείου Δαβὶδ βοῶντος· «Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δυναστείας αὐτοῦ.» Καὶ διὰ Μαλαχίου δὲ τοῦ προφήτου φησὶν ὁ τῶν ὅλων Θεὸς, ὅτι «Ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» Τὸ δὲ, τὰς χεῖρας ἐπαίρειν καὶ εὔχεσθαι, τῶν τῆς Παλαιᾶς Διαθήκης ἱερέων ἴδιον ἦν. Ἀλλὰ τοῦτο πᾶσιν ἀνθρώποις ὁ θεῖος Ἀπόστολος παρακελεύεται ὁρᾷν, ἐπειδὴ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
