# Interpretatio in xiv epistulas sancti Pauli 82.801

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.801

πάντες ἐγένοντο λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. Ἀλλ' ὁσίως τοῦτο παρεγγυᾷ ποιεῖν, ἀντὶ τοῦ, πάσης ἀδικίας καὶ παρανομίας ἀπηλλαγμένους. Τὸ δὲ, χωρὶς ὀργῆς, τὴν μνησικακίαν ἐκβάλλει. Οὕτω γὰρ καὶ ὁ Κύριος ἐνομοθέτησεν· «Ἐὰν προσέρχῃ προσενεγκεῖν τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Τὸ δὲ, χωρὶς διαλογισμῶν, ἀντὶ τοῦ, ἀμφιβολίας χωρὶς, πιστεύων ὅτι λήψῃ πάντως ὅπερ αἰτεῖς. Τοιαῦτα τοίνυν ἔστω καὶ τὰ αἰτήματα. θʹ. «Ὡσαύτως καὶ τὰς γυναῖκας.» Μία γὰρ ἡ φύσις, καὶ μία ἡ χάρις. Λέγει δὲ καὶ τὰ ταύταις ἁρμόττοντα. «Ἐν καταστολῇ κοσμίῳ.» Καὶ αὐτῇ τῇ περιβολῇ μηνυούσῃ τῶν ψυχῶν τὴν σεμνότητα. «Μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς.» Οὗτος γὰρ ἀληθὴς κόσμος. «Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ.» Τὸ, ἐν πλέγμασι, κοινὸν καὶ πλουσίων καὶ πενήτων, τὰ δὲ λοιπὰ τῶν κεκτημένων τὸν πλοῦτον. ιʹ. «Ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν.» Εὐσέβειαν, φησὶν, ἐπαγγέλλεσθε, καὶ τὴν δι' ἔργων ἀρετήν. Τούτῳ τοίνυν τῷ σκοπῷ καὶ τὰ λοιπὰ συνεζεύχθω. ιαʹ, ιβʹ. «Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ.» Ἐπειδὴ καὶ γυναῖκες προφητικῆς ἀπήλαυσαν χάριτος, ἀναγκαίως καὶ περὶ τούτου νομοθετεῖ. Ὥστε αὐτὰς ἐν ἐκκλησίᾳ τοῖς ἀνδράσι τοῖς δεομένοις διδασκαλίας διδασκάλους (οὐκ) ἐφίστησι τὰς γυναῖκας. Τὰ πρὸς Κορινθίους διδάσκει γραφέντα σαφῶς· «Τί γὰρ, φησὶν, οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;» Εἶτα καὶ ἀπὸ τῆς φύσεως διδάσκει τὴν εὐταξίαν. ιγʹ. «Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα.» Ἔπειτα καὶ ἀπὸ τῶν πλημμελημάτων. ιδʹ. «Καὶ Ἀδὰμ οὐκ ἠπατήθη· ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε.» Τὸ, Οὐκ ἠπατήθη, ἀντὶ τοῦ, οὐ πρῶτος, εἴρηκεν. Ἠκολούθησε δὲ καὶ τῇ Γραφῇ. Ἀπαιτουμένη γὰρ εὐθύνας ἡ γυνὴ εἶπεν· «Ὁ ὄφις ἐξηπάτησέ με, καὶ ἔφαγον.» Ὁ δὲ Ἀδὰμ οὐχ οὕτως· ἀλλ', «Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.» Καὶ ἐκείνη μὲν συγγνώμης ἐστέρηται τῷ ὄφει πεισθεῖσα· οὗτος δὲ ἀπολογίαν ἔχει σμικρὰν, ὡς ὑπαχθεὶς γυναικί. Καὶ τοῦ φυτοῦ δὲ τὸν καρπὸν οὐκ αὐτὸς ἐτρύγησεν, ἀλλ' ἐκείνη· καὶ προτέρα δὲ μεταλαβοῦσα μεταδέδωκε τῷ ἀνδρί. Διὰ τοῦτο ἔφη· Καὶ Ἀδὰμ οὐκ ἠπατήθη. Εἰδέναι μέντοι καὶ τοῦτο

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
