# Interpretatio in xiv epistulas sancti Pauli 82.804

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.804

χρὴ, ὡς ὁ θεῖος Ἀπόστολος πρὸς τὴν προκειμένην χρείαν ἐξυφαίνει τοὺς λόγους. ιεʹ. «Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας.» Οὐ περὶ τῆς Εὔας ἔφη, ἀλλὰ περὶ τοῦ κοινοῦ τῆς φύσεως, «Ἐὰν μένωσιν ἐν πίστει καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.» Ἀντὶ τοῦ, Οὐ μόνον οὐκ ἐβλάβησαν ἀπὸ τῆς Εὔας ἂν ἐθελήσωσιν· ἀλλὰ καὶ πλείστην ὠφέλειαν διὰ πίστεως καὶ ἀγάπης καρπώσονται, τὸν ἁγιασμὸν καὶ τὴν σωφροσύνην φυλάττουσαι. Οὕτω καὶ ταύταις τὰ προσήκοντα νομοθετήσας, περὶ τῶν ἐκκλησιαστικῶν λοιπῶν ταγμάτων νομοθετεῖ. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ. «Πιστὸς ὁ λόγος.» Ἀψευδής τε καὶ ἀληθής. «Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.» Οὐχ ἁπλῶς τῆς ἐπιθυμίας, ἀλλὰ τῆς φιλαρχίας κατηγορεῖ· καὶ διδάσκει μὴ τιμῆς, ἀλλ' ἀρετῆς ὀρέγεσθαι· μὴ τὴν ἀξίαν ποθεῖν, ἀλλὰ τῆς ἀξίας τὸ ἔργον ἐπιζητεῖν. Ἐπίσκοπον δὲ ἐνταῦθα τὸν πρεσβύτερον λέγει, ὡς τὴν πρὸς Φιλιππησίους Ἐπιστολὴν ἑρμηνεύοντες ἀπεδείξαμεν. Ῥᾴδιον δὲ τοῦτο καὶ ἐντεῦθεν καταμαθεῖν· μετὰ γὰρ τοὺς ἐπισκοπικοὺς νόμους τοὺς τοῖς διακόνοις προσήκοντας γράφει, τοὺς πρεσβυτέρους παραλιπών. Ἀλλ', ὅπερ ἔφην, τοὺς αὐτοὺς ἐκάλουν ποτὲ πρεσβυτέρους καὶ ἐπισκόπους· τοὺς δὲ νῦν καλουμένους ἐπισκόπους, ἀποστόλους ὠνόμαζον· τοῦ δὲ χρόνου προϊόντος, τὸ μὲν τῆς ἀποστολῆς ὄνομα τοῖς ἀληθῶς ἀποστόλοις κατέλιπον· τὴν δὲ τῆς ἐπισκοπῆς προσηγορίαν τοῖς πάλαι καλουμένοις ἀποστόλοις ἐπέθεσαν. Οὕτω Φιλιππησίων ἀπόστολος ὁ Ἐπαφρόδιτος ἦν· «Ὑμῶν γὰρ, φησὶν, ἀπόστολον, καὶ συνεργὸν τῆς χρείας μου.» Οὕτω Κρητῶν ὁ Τίτος, καὶ Ἀσιανῶν ὁ Τιμόθεος ἀπόστολοι. Οὕτω ἀπὸ τῶν Ἱεροσολύμων τοῖς ἐν Ἀντιοχείᾳ ἔγραψαν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι. Ἀλλ' ὅμως εἰ καὶ πρεσβυτέροις ταῦτα ὁ θεῖος ἐνομοθέτησε Παῦλος, εὔδηλον ὡς τοὺς ἐπισκόπους πρώτους προσήκει τούτους φυλάττειν τοὺς νόμους, ἅτε δὴ καὶ μείζονος μεταλαχόντας τιμῆς. βʹ. «Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι.» Μηδεμίαν πρόφασιν μέμψεως παρέχειν δικαίαν. Τὸ γὰρ ἀνεπίληπτον, οὐ τὸ ἀσυκοφάντητον λέγει· ἐπεὶ καὶ αὐτὸς Ἀπόστολος παντοδαπὰς συκοφαντίας ὑπέμεινεν. «Οἱ τὴν οἰκουμένην γὰρ, φησὶν, ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι.» Καὶ ὁ Κύριος δὲ τῶν μάτην σκανδαλιζομένων καταφρονεῖν κελεύει. Τῶν γὰρ ἀποστόλων εἰρηκότων· «Οἶδας ὅτι ἀκούσαντες οἱ Φαρισαῖοι τὸν λόγον ἐσκανδαλίσθησαν;» ἀπεκρίνατο· «Ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν.» Παρακελεύεται τοίνυν μηδεμίαν ἀφορμὴν εὐλόγου παρέχειν κατηγορίας. «Μιᾶς γυναικὸς ἄνδρα.» Ἀρχὴν εἶχε τὸ κήρυγμα. Τὴν δὲ παρθενίαν οὔτε Ἕλληνες ἤσκουν, οὔτε Ἰουδαῖοι μετῄεσαν· εὐλογίαν γὰρ τὴν παιδοποιίαν ἐνόμιζον.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
