Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.805
Not analysed yet
Ἐπειδὴ τοίνυν κατ' ἐκεῖνον τὸν καιρὸν, οὐχ οἷόν τε ἦν ῥᾳδίως εὑρεῖν τοὺς τὴν ἁγνείαν ἀσκοῦντας, τῶν γεγαμηκότων τοὺς τὴν σωφροσύνην τετιμηκότας κελεύει χειροτονεῖν. Τὸ δὲ, μιᾶς γυναικὸς ἄνδρα, εὖ μοι δοκοῦσιν εἰρηκέναι τινές. Πάλαι γὰρ εἰώθεισαν καὶ Ἕλληνες καὶ Ἰουδαῖοι, καὶ δύο, καὶ τρισὶ, καὶ πλείοσι γυναιξὶ νόμῳ γάμου κατὰ ταυτὸν συνοικεῖν. Τινὲς δὲ καὶ νῦν, καίτοι τῶν βασιλικῶν νόμων δύο κατὰ ταυτὸν ἄγεσθαι κωλυόντων γυναῖκας, καὶ παλλακῖσι μίγνυνται καὶ ἑταίραις. Ἔφασαν τοίνυν τὸν θεῖον Ἀπόστολον εἰρηκέναι, τὸν μιᾷ μόνῃ γυναικὶ συνοικοῦντα σωφρόνως, τῆς ἐπισκοπικῆς ἄξιον εἶναι χειροτονίας. Οὐ γὰρ τὸν δεύτερον, φασὶν, ἐξέβαλε γάμον, ὅγε πολλάκις τοῦτο γενέσθαι κελεύσας. «Γυνὴ γὰρ, φησὶ, δέδεται νόμῳ ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.» Καὶ πάλιν· «Λέγω δὲ ταῖς ἀγάμοις, καὶ ταῖς χήραις·» καὶ συνάψας ἑκάτερον τάγμα, ἕνα τέθεικε νόμον. Τῷ ὄντι γὰρ ὑπερκειμένης τῆς ἐγκρατείας, οὐ τῆς γνώμης ἡ διγαμία. Εἰ μὲν γὰρ αὐτὸς τὴν προτέραν ἐκβαλὼν ἑτέρᾳ συνεζύγη, μέμψεως ἄξιος καὶ κατηγορίας ὑπεύθυνος. Εἰ δὲ τὸ βίαιον τοῦ θανάτου διέζευξε τὴν προτέραν, ἡ δὲ φύσις ἐπικειμένη δευτέρᾳ ζευχθῆναι κατηνάγκασε γυναικὶ, οὐκ ἐκ γνώμης, ἀλλ' ἐκ περιστάσεως ὁ δεύτερος γεγένηται γάμος. Ταῦτα καὶ τὰ τοιαῦτα σκοπούμενος, ἀποδέχομαι τῶν οὕτω νενοηκότων τὴν ἑρμηνείαν. «Νηφάλιον.» Διεγηγερμένον, καὶ προσκοπεῖν τὸ πρακτέον δυνάμενον. «Σώφρονα.» Τῆς ψυχῆς τὸ κατόρθωμα. «Κόσμιον.» Καὶ φθέγματι, καὶ σχήματι, καὶ βλέμματι, καὶ βαδίσματι· ὥστε καὶ διὰ τοῦ σώματος φαίνεσθαι τὴν τῆς ψυχῆς σωφροσύνην. «Φιλόξενον.» Φιλοφρόνως τοὺς ἐπιδημοῦντας ὑποδεχόμενον. «Διδακτικόν.» Οὐ τὸν εὐγλωττίᾳ λέγει κεκοσμημένον, ἀλλὰ τὸν τὰ θεῖα πεπαιδευμένον, καὶ παραινεῖν δυνάμενον τὰ προσήκοντα. γʹ. «Μὴ πάροινον.» Τοῦτο σαφῶς ἡρμήνευσε τῇ τῶν διακόνων νομοθεσίᾳ· «Μὴ οἴνῳ γὰρ, φησὶ, πολλῷ προσέχοντα.» —»Μὴ πλήκτην.» Οὐ τὸ ἐπιτιμᾷν εἰς καιρὸν κωλύει, ἀλλὰ τὸ μὴ δεόντως τοῦτο ποιεῖν. Ὅτι γὰρ ἐπιτιμᾷν κελεύει, ἀκουσώμεθα αὐτοῦ μετὰ βραχέα λέγοντος· «Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε.» Καὶ πάλιν· «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον.» Οὕτω καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν· «Ὦ ἀνόητοι Γαλάται.» Καὶ πάλιν· «Οὕτως ἀνόητοί ἐστε.» —»Ἀλλ' ἐπιεικῆ.» Φέρειν εἰδότα τὰ εἰς αὐτὸν πλημμελήματα. Οὐ γὰρ ἐπιεικείας τὸ ἄλλων ἀδικουμένων ὑπερορᾷν. «Ὁ προϊστάμενος γὰρ, φησὶν, ἐν σπουδῇ.» —»Ἄμαχον.» Ζυγομαχεῖν περὶ χρημάτων οὐκ ἀνεχόμενον. Τοῦτο γὰρ δηλοῖ τὸ ἐπαγόμενον· «Ἀφιλάργυρον.» Οὐκ εἶπεν, ἀκτήμονα· σύμμετρα γὰρ νομοθετεῖ· ἀλλὰ,