# Interpretatio in xiv epistulas sancti Pauli 82.808

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.808

μὴ ἐρῶντα χρημάτων. Δυνατὸν γὰρ κεκτῆσθαι μὲν, οἰκονομεῖν δὲ ταῦτα δεόντως, καὶ μὴ δουλεύειν τούτοις, ἀλλὰ τούτων δεσπόζειν. δʹ. «Τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον.» Τουτέστι, μετὰ δικαιοσύνης τε καὶ ἰσότητος. «Τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.» Πᾶσαν ἀρετὴν παῖδας διδάσκοντα. Οὐ γὰρ τὴν ἐκείνων ἀπαιτεῖται γνώμην, ἀλλὰ τὴν οἰκείαν εἰσφέρει προαίρεσιν. εʹ. «Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;» Ὁ τὰ σμικρὰ οἰκονομεῖν οὐκ εἰδὼς, πῶς δύναται τῶν κρειττόνων καὶ θείων πιστευθῆναι τὴν ἐπιμέλειαν; ϛʹ. «Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.» Νεόφυτον τὸν εὐθὺς πεπιστευκότα καλεῖ. «Ἐγὼ γὰρ, φησὶν, ἐφύτευσα.» Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, τὸν νέον τῆς ἡλικίας ἐκβάλλει· καὶ γὰρ ὁ μακάριος Τιμόθεος, πρὸς ὃν ταῦτα γέγραφε, νέος ὢν ἔτι, τοὺς νόμους τούτους ἐδέχετο. «Μηδεὶς γάρ σου, φησὶ, τῆς νεότητος καταφρονείτω.» Καὶ αὐτὸς δὲ ὁ θεῖος Ἀπόστολος νεανίας ὢν ἠξιώθη τῆς κλήσεως. ᾘνίξατο δὲ καὶ τῆς τροπῆς τοῦ διαβόλου τὴν πρόφασιν. «Τυφωθεὶς γὰρ, φησὶν, ἐξέπεσεν.» Ἐὰν τοίνυν μὴ προπαιδευθῇ τις τὰ θεῖα, καὶ πρῶτον ἐν τῷ τῶν μαθητῶν καταλόγῳ ταχθεὶς τὴν ἀρετὴν ἀσκηθῇ, τῆς ἀλαζονείας τὸ πάθος ἐκ τῆς προεδρίας δεξάμενος, τῇ τοῦ διαβόλου τιμωρίᾳ περιπεσεῖται. Κρῖμα γὰρ ἐνταῦθα τὴν τιμωρίαν ἐκάλεσε. ζʹ. «Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.» Τῶν ἔξωθεν τῶν ἀπίστων λέγει. Ὁ γὰρ καὶ παρ' ἐκείνοις πλείστην ἔχων πρὸ τῆς χειροτονίας διαβολὴν, ἐπονείδιστος ἔσται, καὶ πολλοῖς ὀνείδεσι περιβαλεῖ τὸ κοινὸν, καὶ εἰς τὴν προτέραν ὅτι τάχιστα παλινδρομήσει παρανομίαν, τοῦ διαβόλου πάντα πρὸς τοῦτο μηχανωμένου. ηʹ. «Διακόνους ὡσαύτως.» Τοῖς αὐτοῖς καὶ οὗτοι κομισθήτωσαν νόμοις. «Σεμνούς.» Σωφροσύνῃ λάμποντας. «Μὴ διλόγους.» Μὴ ἕτερα μὲν τούτῳ, ἕτερα δὲ ἐκείνῳ λέγοντας· ἀλλ' ἀληθείᾳ τὴν γλῶτταν κοσμοῦντας. «Μὴ οἴνῳ πολλῷ προσέχοντας.» Τοὺς γὰρ τὴν θείαν λειτουργίαν πεπιστευμένους διαφερόντως τοῦδε τοῦ πάθους ἀπηλλάχθαι προσήκει. «Μὴ αἰσχροκερδεῖς.» Αἰσχροκερδής ἐστιν, οὐχ, ὥς τινες ὑπειλήφασιν, ὁ καὶ τῶν μικρῶν κερδῶν ἐφιέμενος, ἀλλ' ὁ ἐκ πραγμάτων αἰσχρῶν καὶ λίαν ἀτόπων κέρδη συλλέγειν ἀνεχόμενος. θʹ. «Ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.» Ἀντὶ τοῦ, τοῖς ἔργοις βεβαιοῦντας πίστιν. Συνείδησιν γὰρ καθαρὰν τὰ ἀγαθὰ προσηγόρευσεν ἔργα. Ὁ γὰρ τούτων ἐργάτης ὑπὸ τοῦ συνειδότος οὐ νύττεται.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
