# Interpretatio in xiv epistulas sancti Pauli 82.809

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.809

ιʹ. «Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.» Πρότερον δὲ προσήκει τὸν τούτων ἐξετάζεσθαι βίον, εἶθ' οὕτως τῆς πνευματικῆς χάριτος ἀπολαῦσαι. ιαʹ. «Γυναῖκας ὡσαύτως.» Τουτέστι διακόνους. «Σεμνὰς, μὴ διαβόλους· νηφαλίους, πιστὰς ἐν πᾶσιν.» Ἃ τοῖς ἀνδράσιν ἐνομοθέτησε, ταῦτα παραπλησίως καὶ ταῖς γυναιξίν. Ὥσπερ γὰρ εἶπε τοὺς διακόνους σεμνοὺς, οὕτω καὶ ταύτας σεμνάς· καὶ καθάπερ ἐκείνοις προσέταξε μὴ εἶναι διαλόγους· οὕτω καὶ ταύτας μὴ εἶναι διαβόλους· καὶ ὥσπερ ἐκείνοις ἐνομοθέτησε μὴ οἴνῳ πολλῷ προσέχειν, οὕτω καὶ ταύτας ἐκέλευσε νηφαλίους εἶναι. ιβʹ. «Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες.» Κατ' ἐκείνην τὴν ἑρμηνείαν καὶ τοῦτο νοητέον. «Τέκνων καλῶς προϊστάμενοι, καὶ τῶν ἰδίων οἴκων.» Ταῦτα καὶ τοῖς καλουμένοις ἐπισκόποις ἐνομοθέτησαν. ιγʹ. «Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.» Εἰ καὶ ἐλάττονα, φησὶ, τιμὴν ἔχουσι κατὰ τόνδε τὸν βίον, ἀλλ' οὖν εἰδέναι προσήκει, ὡς τὴν ἐγχειρισθεῖσαν πεπληρωκότες διακονίαν, τὸν τιμιώτατον βαθμὸν ἐν τῷ μέλλοντι λήψονται βίῳ, καὶ τῆς πρὸς τὸν Δεσπότην Χριστὸν ἀπολαύσονται παῤῥησίας. ιδʹ, ιεʹ. «Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον. Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» Οὔτε οἱ θεῖοι προφῆται, οὔτε οἱ θεσπέσιοι ἀπόστολοι πάντα προῄδεσαν. Ὅσα γὰρ ἐλυσιτέλει, προεδήλου αὐτοῖς ἡ χάρις τοῦ Πνεύματος. Τοῦτο δηλοῖ καὶ ἡ ἐν τοῖσδε τοῖς ῥητοῖς ἄγνοια. Εἰπὼν γὰρ, ὅτι Ἐλπίζω ἐλθεῖν, ἐπήγαγεν, Ἐὰν δὲ βραδύνω. Πολλάκις γὰρ αὐτὸν χρεία τις ἐπεῖχεν ἑτέρα. Ταῦτα τοίνυν, φησὶ, γράφω, διδάσκων πῶς δεῖ πολιτεύεσθαι τοὺς ψυχῶν πεπιστευμένους κηδεμονίαν. Οἶκον γὰρ Θεοῦ καὶ Ἐκκλησίαν, τῶν πεπιστευκότων τὸν σύλλογον προσηγόρευσε. Τούτους ἔφη στύλον καὶ ἑδραίωμα τῆς ἀληθείας. Ἐπὶ γὰρ τῆς πέτρας ἐρηρεισμένοι, καὶ ἀκλόνητοι διαμένουσι, καὶ διὰ τῶν πραγμάτων κηρύττοντες τὴν τῶν δογμάτων ἀλήθειαν. Ταῦτα περὶ τῆς Ἐκκλησίας εἰπὼν, ἀναγκαίως τὸν δογματικὸν παρεισήγαγε λόγον. ιϛʹ. «Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον.» Μυστήριον δὲ αὐτὸ καλεῖ, ὡς ἄνωθεν μὲν προορισθὲν, ὕστερον δὲ φανερωθέν. «Θεὸς ἐφανερώθη ἐν σαρκί.» Θεὸς γὰρ ὢν, καὶ Θεοῦ Υἱὸς, καὶ ἀόρατον ἔχων τὴν φύσιν, δῆλος ἅπασιν ἐνανθρωπήσας ἐγένετο. Σαφῶς δὲ ἡμᾶς τὰς δύο φύσεις ἐδίδαξεν. Ἐν σαρκὶ γὰρ τὴν θείαν ἔφη φανερωθῆναι φύσιν. «Ἐδικαιώθη ἐν Πνεύματι.» Τὴν γὰρ ἀνθρωπείαν φύσιν ἀνειληφὼς, ἐλευθέραν ταύτην

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
