Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.812
Not analysed yet
ἁμαρτημάτων ἐφύλαξεν. Ἔχει δὲ καὶ ἑτέραν διάνοιαν τουτὶ τὸ ῥητὸν, Ἐδικαιώθη ἐν Πνεύματι· διὰ τοῦ θείου Πνεύματος ἐνεργεῖ τὰ θαύματα. «Εἰ γὰρ ἐγὼ, φησὶν, ἐν Πνεύματι ἐκβάλλω τὰ δαιμόνια.» Ἀπεδείχθη τοίνυν διὰ τῶν θαυμάτων καὶ ἀπεφάνθη, ὅτι Θεὸς ἀληθὴς, καὶ Θεοῦ Υἱός. Οὕτω καὶ ὁ ἑκατόνταρχος παρὰ τὸν σταυρὸν, κλονουμένην ἰδὼν τὴν γῆν, καὶ σκότους πληρωθεῖσαν τὴν οἰκουμένην, ἐβόησεν· «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.» —»Ὤφθη ἀγγέλοις.» Τὴν γὰρ ἀόρατον τῆς θεότητος φύσιν οὐδὲ ἐκεῖνοι ἑώρων, σαρκωθέντα δὲ ἐθεάσαντο. «Ἐκηρύχθη ἐν ἔθνεσιν.» Ὁ παρὰ τῶν Ἰουδαίων σταυρωθείς. «Ἐπιστεύθη ἐν κόσμῳ.» Οὐκ ἐκηρύχθη γὰρ μόνον, ἀλλὰ καὶ ἐπιστεύθη, καὶ τὴν θείαν παρὰ τῶν πεπιστευκότων προσκύνησιν δέχεται. «Ἀνελήφθη ἐν δόξῃ.» Τοῦτο γεγένηται μὲν πρὸ τοῦ κηρύγματος· τελευταῖον δὲ αὐτὸ τέθεικε, διδάσκων ὡς εἰκότως ἐπιστεύθη τὸ κήρυγμα. Ἐν οὐρανοῖς γάρ ἐστιν ὁ τοῦτο γενέσθαι κελεύσας, καὶ τὴν ἐκ δεξιῶν ἔχει καθέδραν. Οὕτω τῆς οἰκονομίας μνημονεύσας, καὶ διὰ τῆς πνευματικῆς χάριτος τὰς αἱρετικὰς προθεωρήσας ἀκάνθας, ἃς Βαλεντῖνος, καὶ Βασιλίδης, καὶ Μαρκίων, καὶ Μάνης παρέσπειραν, πάντες μὲν ὁμοίως τῆς σαρκὸς ἀρνούμενοι τὴν ἀνάληψιν, καὶ τῇ Παλαιᾷ Διαθήκῃ μαχόμενοι, ἐν δὲ τοῖς ἄλλοις πολυσχεδεῖς ὑπομείναντες πλάνας, καὶ τὰ περὶ τούτων ἀναγκαίως προλέγει. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει.» Ὡς, Τάδε λέγει Κύριος, καὶ, Τάδε λέγει ὁ Θεὸς τῶν δυνάμεων, οὕτω καὶ τὸ Πνεῦμα θεοπρεπῶς. «Ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, (βʹ.) ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν.» Ἔδειξεν ὡς τῷ ἐκκλησιαστικῷ πάλαι σώματι συνημμένοι, ὕστερον ὑποφῆται τοῦ ψεύδους ἐγένοντο. Τοῦτο γὰρ δηλοῖ τὸ, Ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης. Καλῶς δὲ καὶ διδασκαλίας δαιμονίων τὰ ἐκείνων προσηγόρευσε δόγματα· ἐκείνων γὰρ ἀληθῶς κυήματα ἐκεῖνα τὰ ῥήματα. Τὸ δὲ, ἐν ὑποκρίσει ψευδολόγων, τέθεικεν, ἐπειδὴ τὴν Χριστιανικὴν ἑαυτοῖς ἐπιθέντες προσηγορίαν, ἀντικρὺς ἐναντία διδάσκουσι. Κεκαυτηριασμένους δὲ τὴν ἰδίαν συνείδησιν αὐτοὺς κέκληκε, τὴν ἐσχάτην αὐτῶν ἀναλγησίαν διδάσκων· ὁ γὰρ τοῦ καυτῆρος τόπος νεκρωθεὶς τὴν προτέραν αἴσθησιν ἀποβάλλει. Οὕτως αὐτῶν τὴν διαφθορὰν τῶν δογμάτων δηλώσας, καὶ τῶν ἄλλων νομίμων τὴν βδελυρίαν προλέγει. γʹ. «Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.» Μυσαρὸν