# Interpretatio in xiv epistulas sancti Pauli 82.813

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.813

γὰρ καὶ τὸν γάμον, καὶ τῶν βρωμάτων τὰ πλεῖστα ἀποκαλοῦσιν, ἵνα τὸν τοιούτων Δημιουργὸν ἐνυβρίσωσι. Ταῦτα μέντοι πεποίηκεν εἰς ἀπόλαυσιν, ὥστε πρόφασιν ἐντεῦθεν τοὺς μεταλαμβάνοντας εἰς εὐχαριστίαν λαμβάνειν, καὶ χορηγὸν ἀνυμνεῖν. Καλῶς δὲ τὸ, κωλυόντων γαμεῖν, τέθεικεν. Οὐδὲ γὰρ τὴν ἀγαμίαν καὶ τὴν ἐγκράτειαν διαβάλλει, ἀλλὰ τῶν ἀναγκαζόντων νόμῳ ταῦτα μετιέναι κατηγορεῖ. δʹ, εʹ. «Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.» Τὸ, Πᾶν κτίσμα Θεοῦ καλὸν, ἀπὸ τῆς Μωσαϊκῆς ἔλαβε Συγγραφῆς. «Ἴδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Τοῦτο μέντοι τὸ φύσει καλὸν, μετ' εὐχαριστίας λαμβανόμενον, τῇ τοῦ Θεοῦ μνήμῃ καὶ ἅγιον ἀποφαίνεται. Οὕτω τὴν ἐκείνων ἀσέβειαν διελέγξας, πάλιν τῷ μαθητῇ τὴν προσήκουσαν προσφέρει παραίνεσιν. ϛʹ. «Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ.» Ἴδιον γὰρ τοῦ διακονοῦντος, τὸ πληροῦν τὰ κελευόμενα, καὶ διαπορθμεύειν τοῖς ὁμοπίστοις τὰ τοῦ Δεσπότου προστάγματα. «Ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.» Προσήκει δέ σε πρῶτον πάντων τῇ πνευματικῇ προσεδρεύειν διδασκαλίᾳ, καὶ ταύτην ἀρύεσθαι· τοὺς δὲ ταύτης κανόνας παρείληφας ἀκριβῶς. ζʹ. «Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ.» Πάλιν τῶν ἐν τῷ προοιμίῳ εἰρημένων ἀνέμνησε. Γραώδεις γὰρ μύθους, τὰς Ἰουδαϊκὰς διδασκαλίας ἐκάλεσεν, οὐ τὸν νόμον, ἀλλὰ τὴν ἐψευσμένην ἑρμηνείαν τοῦ νόμου, καὶ τὴν ἄκαιρον αὐτοῦ φυλακήν. «Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. (ηʹ.) Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς, τῆς νῦν καὶ τῆς μελλούσης.» Οἱ τῆς τοῦ σώματος, φησὶν, εὐεξίας ἐπιμελούμενοι, πρὸς ὀλίγον ταύτης ἀπολαύουσιν· οἱ δὲ τῆς εὐσεβείας ἀγῶνες, καὶ κατὰ τόνδε τὸν βίον περιβλέπτους ἀποφαίνουσι τοὺς ἀγωνιστὰς, καὶ ἐν ἐκείνῳ παρασκευάζουσι τῶν ἀγηράτων ἀπολαῦσαι στεφάνων. Εὐσεβείας δὲ γυμνασίαν ἐκάλεσε τὸν ἐπαινούμενον βίον. Ἡ πολιτεία γὰρ τοῖς ἀγῶσιν ἁρμόττει. θʹ. «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος.» Ἐπειδὴ τῆς μελλούσης ἐμνήσθη ζωῆς, πρᾶγμα δὲ ἦν τοῦτο οὐχ ὁρώμενον, ἀναγκαίως πιστὸν ἐκάλεσε τὸν λόγον. Πίστεως γὰρ ἄξιος, ὡς ἀληθείᾳ κοσμούμενος· ἀλλὰ μὴν καὶ ἐπαινετός. Χρὴ γὰρ τὸν ἀγωνοθέτην παρέχειν τοῖς νικῶσι τὰ ἆθλα. Εἶτα καὶ ἑαυτὸν ἀντὶ παραδείγματος τίθησιν. ιʹ. «Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν, καὶ ὀνειδιζό-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
