# Interpretatio in xiv epistulas sancti Pauli 82.816

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.816

μεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.» Τί δήποτε γὰρ τὸν πολὺν τοῦτον ἀνεδεξάμεθα πόνον, καὶ τὰ παρὰ πάντων ὀνείδη δεχόμεθα, εἰ μή τίς ἐστι τῶν πόνων ἀντίδοσις; Ἀλλὰ γὰρ ἔστιν ἀντίδοσις. Ἀΐδιος γὰρ Θεὸς ἀγωνοθετεῖ τοῖς ἀθλοῦσι, καὶ πάντων ἐστὶν ἀνθρώπων Σωτὴρ, διαφερόντως δὲ τῶν εἰς αὐτὸν πεπιστευκότων. ιαʹ. «Παράγγελλε ταῦτα καὶ δίδασκε.» Τουτέστι τὸ ἐν εὐσεβείᾳ γυμνάζεσθαι, τὸ προσμένειν τὰς ἀντιδόσεις, τὸ τὸν ἀγωνοθέτην ὁρᾷν. ιβʹ. «Μηδείς σου τῆς νεότητος καταφρονείτω.» Ἀλλὰ τοῦτο οὐκ ἐμόν. Τί τοίνυν ἐπιτάττεις μοι τὰ τοῖς ἄλλοις προσήκοντα; «Ἀλλὰ τύπος γίνου τῶν πιστῶν.» Θέλεις, φησὶ, μὴ καταφρονεῖσθαι κελεύων; ἔμψυχος νόμος γενοῦ· δεῖξον ἐν σαυτῷ τὸ τῶν νόμων κατόρθωμα· ἔχε τὸν βίον μαρτυροῦντα τῷ λόγῳ. Τοῦτο γὰρ λέγει· «Ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ.» Ἑκάστου τῶν εἰρημένων ἐπίδειξον ἐν σεαυτῷ τὴν εἰκόνα. ιγʹ. «Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.» Καὶ ἐντεῦθεν ἔστι μαθεῖν, ὡς καὶ ἡμᾶς προσήκει συνεισφέρειν τὸν πόνον, καὶ οὕτω λαμβάνειν τὴν χάριν τοῦ Πνεύματος. Καὶ γὰρ τῷ τρισμακαρίῳ Τιμοθέῳ πνευματικῷ ὄντι τῇ ἀναγνώσει προσέχειν ἐκέλευσεν ὁ διδάσκαλος. Παράκλησις δὲ, διδασκαλίας διαφέρει· τῷ τὴν μὲν διδασκαλίαν ἀκωλύτως διάφορα προσφέρειν παιδεύματα· τὴν δὲ παράκλησιν ἢ τοὺς ἀθυμοῦντας ψυχαγωγεῖν, ἢ τοὺς ὀργιζομένους ταῖς συμβουλαῖς μεταβάλλειν. ιδʹ. «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.» Χάρισμα τὴν διδασκαλίαν ἐκάλεσε· πρεσβυτέριον δὲ ἐνταῦθα, τοὺς τῆς ἀποστολικῆς χάριτος ἠξιωμένους. Οὕτω καὶ τοὺς ἐντίμους τοῦ Ἰσραὴλ γερουσίαν προσηγόρευσεν ἡ θεία Γραφή. ιεʹ. «Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ γένηται ἐν πᾶσι.» Τὸ γὰρ τοῖς πνευματικοῖς ἐνδιατρίβειν τὴν ἐν τοῖς θείοις ἐπίδοσιν πραγματεύεται. ιϛʹ. «Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς. Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου.» Ἐκεῖνοί τε γὰρ τὸ πρακτέον μαθήσονται, καὶ σὺ τὰ διηγορευμένα πληρώσεις, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρπώσῃ. ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ. «Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα.» Οὐ τὸν ἱερέα ἐνταῦθα λέγει, ἀλλὰ τὸν γεγηρακότα· τοῦτο γὰρ καὶ τὰ ἐπαγόμενα δηλοῖ. «Νεωτέρους ὡς ἀδελφοὺς, (βʹ.) πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἁγνείᾳ.» Ἐπειδὴ γὰρ ἀνάγκη τὸν ψυχὰς πεπιστευμένον καὶ νεωτέραις προσδιαλέγεσθαι γυναιξὶν, ἀναγκαίως

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
