Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.817
Not analysed yet
προστέθεικε τὸ, ἐν πάσῃ ἁγνείᾳ, ὥστε μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν σωφρονεῖν, καὶ μηδεμίαν ἢ διὰ τῶν ὀφθαλμῶν, ἢ διὰ τῶν ἀκοῶν εἰσδέχεσθαι βλάβην. Εἶτα πάλιν ἀναλαμβάνει τὴν περὶ τῶν ἐκκλησιαστικῶν ταγμάτων διδασκαλίαν. γʹ. «Χήρας τίμα τὰς ὄντως χήρας.» Τίνες δὲ αὐταί; δʹ, εʹ. «Εἰ δέ τις χήρα τέκνα ἢ ἔγγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας.» Τῆς ἐκκλησιαστικῆς, φησὶ, προσήκει ἀπολαύειν θεραπείας τὰς οὐδεμίαν ἑτέρωθεν ἐχούσας παραψυχῆς ἀφορμήν. Αὗται δὲ, διὰ τὸ φροντίδων ἀπηλλάχθαι, ἓν ἔργον ἔχουσι, τὸ ταῖς θείαις προσευχαῖς ἐνδιατρίβειν ἀεί. Τὰς μέντοι τέκνα καὶ ἔγγονα ἐχούσας, τούτων ἐπιμελεῖσθαι προσήκει, καὶ ἧς παρὰ τῶν πατέρων κηδεμονίας ἀπήλαυσαν, ταύτης τούτοις μεταδιδόναι· ἵνα τὴν ἐκείνοις ὀφειλομένην ἀντίδοσιν τούτοις ἐκτίνωσι, καὶ τὴν παρὰ τούτων θεραπείαν ἀντιλαμβάνωσιν. ϛʹ. «Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.» Ἡ γὰρ τῆς τρυφῆς ἀμετρία τὸ λογικὸν καταχώννυσι, καὶ ἀκίνητον ὡς ἐν τάφῳ τινὶ τῷ σώματι κεῖσθαι παρασκευάζει. ζʹ. «Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν.» Οὐ περὶ μόνων ταῦτα εἶπε τῶν τῆς ἐκκλησιαστικῆς ἐπιμελείας ἀξιουμένων· ἀλλὰ καὶ περὶ τῶν παιδοτροφίᾳ προσδεδεμένων. ηʹ. «Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.» Τοῦτο καὶ περὶ τῶν μητέρων, καὶ περὶ τῶν παίδων εἴρηκε· καὶ γὰρ τὰς μητέρας προσήκει τιθηνεῖσθαι τοὺς παῖδας, καὶ τὴν εὐσέβειαν ἐκπαιδεύειν. Κἀκείνους ὡσαύτως χρὴ τὴν προσήκουσαν τοῖς γονεῦσι θεραπείαν προσφέρειν. θʹ. «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα.» Οὐκ εἶπε, μὴ ἔστω, ἀλλὰ, μὴ καταλεγέσθω. Ὡς τῶν ἀκμαζουσῶν καὶ ἐργάζεσθαι καὶ τρέφεσθαι δυναμένων· ἃς καὶ τοῖς πόνοις δαμάζειν χρὴ τῆς ἀκμῆς τὰ σκιρτήματα. «Γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή.» Καὶ ἐντεῦθεν δῆλον, ὡς οὐ τὴν διγαμίαν ἐκβάλλει, ἀλλὰ τὸ σωφρόνως ἐν γάμῳ βιοῦν νομοθετεῖ. Οὐ γὰρ ἄνω τὸν δεύτερον γάμον νομοθετήσας σωματικῆς ἀπολαῦσαι θεραπείας ἐκώλυσε τὴν δευτέροις ὁμιλήσασαν γάμοις· ὅς γε τὸ ἀγαθὸν ποιεῖν πρὸς πάντας διαγορεύει σαφῶς. ιʹ. «Ἐν ἔργοις καλοῖς μαρτυρουμένη.» Εἶτα λέγει ταῦτα κατ' εἶδος. «Εἰ ἐτεκνοτρόφησεν.» Οὐ τὸ θρέψαι μόνον ἀπαιτεῖ, ἀλλὰ καὶ τὸ εὐσεβῶς θρέψαι. Τοῦτο καὶ περὶ τοῦ Ἀβραάμ φησιν ὁ Θεός· ὅτι συνέταξε τοῖς υἱοῖς αὑτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτὸν, φυλάττειν πάντα τὰ κρίματα Κυρίου τοῦ