# Interpretatio in xiv epistulas sancti Pauli 82.820

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.820

Θεοῦ. «Εἰ ἐξενοδόχησεν.» Εἶτα λέγει καὶ τίνας.» «Εἰ ἁγίων πόδας ἔνιψεν.» Ἐποίουν γὰρ τοῦτο πάλαι. Οὕτως ἡ Λυδία καὶ αὐτὸν τὸν Ἀπόστολον, καὶ τοὺς σὺν αὐτῷ ὑπεδέξατο. Οὕτω περὶ τῆς Φοίβης ἔφη, ὅτι «Προστάτις πολλῶν ἐγενήθη, καὶ ἐμοῦ αὐτοῦ.» —»Εἰ θλιβομένοις ἐπήρκεσεν.» Οὐ τὴν ποσότητα τῆς χορηγίας, ἀλλὰ τῆς γνώμης ζητεῖ τὴν ποιότητα. Τοιαῦτα ἦν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις χήρας τὰ δύο λεπτά. «Ἐν παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε.» Συλλήβδην ἅπαντα τῆς ἀρετῆς εἶπε τὰ εἴδη. ιαʹ, ιβʹ. «Νεωτέρας δὲ χήρας παραιτοῦ. Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.» Τῷ γὰρ Χριστῷ συνταξάμεναι σωφρόνως ζῇν ἐν χηρείᾳ, δευτέροις ὁμιλοῦσι γάμοις. ιγʹ. «Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι, καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.» Ἔδειξε τὰς αἰτίας, δι' ἃς αὐτὰς οὐκ ἐντάττει τῷ τῶν χηρῶν καταλόγῳ. Τὸ δὲ, καταστρηνιάσωσιν, ἀντὶ τοῦ, Τῆς ἐκκλησιαστικῆς ἀπολαύουσαι θεραπείας, καὶ δίχα φροντίδος τὴν σωματικὴν κομιζόμεναι χρείαν, ἀργίᾳ συντρέφονται· ἡ δὲ ἀργία εἰσάγει τὴν πονηρίαν. ιδʹ. «Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.» Τοῦ θείου Παύλου λέγοντος, Βούλομαι, Ναυᾶτος λέγει, Οὐ βούλομαι. Λέγει δὲ καὶ τίνος χάριν βούλεται. Ὥστε αὐτὰς, φησὶ, καὶ ἀνδράσιν ὑποκειμένας, καὶ τῇ τῆς οἰκίας ἐνασχολουμένας φροντίδι, βλάβης ἀπαλλαγῆναι, ἣν ἀργία γεννᾷ. Εἶτα καὶ σαφέστερον τούτου τὴν αἰτίαν διδάσκει. ιεʹ. «Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.» Ἀπὸ πείρας ἡ νομοθεσία γεγένηται. ιϛʹ. «Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.» Τουτέστι ταῖς μηδεμίαν μηδαμόθεν ἐχούσαις παραψυχήν. Τοῖς δὲ πιστοῖς τοῦτο κελεύει ποιεῖν. Τὰς γὰρ τοῖς μὲν ἀπίστοις διαφερούσας, τῇ δὲ πίστει κοσμουμένας, τῆς ἐκκλησιαστικῆς βούλεται κηδεμονίας τυγχάνειν. ιζʹ. «Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ.» Οὕτως ἀξιέπαινον τῆς διδασκαλίας τὸ χρῆμα. Τὸ δὲ, διπλῆς τιμῆς, ἀντὶ τοῦ, πλείονος, τέθεικε. Βεβαιοῖ δὲ τὸν λόγον Γραφικῇ μαρτυρίᾳ. ιηʹ. «Λέγει γὰρ ἡ Γραφή· Οὐ φιμώσεις βοῦν ἀλοῶντα· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ.» Τὸ μὲν ἀπὸ τῆς Παλαιᾶς, τὸ δὲ ἀπὸ τῆς Καινῆς τέθεικε. ιθʹ. «Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παρα-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
