# Interpretatio in xiv epistulas sancti Pauli 82.821

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.821

δέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.» Περὶ πάντων ὁ νόμος τοῦτο κελεύει. «Ἐπὶ δύο γὰρ, φησὶ, καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Οὐχ ἥκιστα δὲ, φησὶν, ἐπὶ πρεσβυτέρου τοῦτο προσήκει ποιεῖν. Συμβαίνει γὰρ Ἐκκλησίας αὐτὸν προστασίαν πεπιστευμένον, καὶ λυπῆσαι τῶν ἁμαρτανόντων τινὰς, εἶτα ἐντεῦθεν ἐκείνους δυσμενῶς διατεθέντας συκοφαντίαν ὑφῆναι. Δεῖ τοίνυν ἀπαντῆσαι τῶν μαρτύρων τὸν ἀριθμόν. κʹ. «Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.» Μήτε κατακρίνῃς πρὸ τῶν ἐλέγχων, μήτε τοὺς προφανῶς ἐπί τισι παρανομίαις ἐλεγχομένους φειδοῦς ἀξιώσεις· ἀλλὰ τῶν ἁλισκομένων πάντων παρόντων καταψηφίζου· ἵνα τῷ δέει τῆς τιμωρίας, φύγωσι τὴν ἁμαρτίαν. Εἶτα καὶ αὐτὸν δεδίττεται τῇ φοβερᾷ μαρτυρίᾳ. καʹ. «Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.» Δύο παρακελεύεται· μήτε τῇ τῶν κατηγόρων ἀξιοπιστίᾳ πιστεύσαντα κατακρίνειν, ἢ φιλαπεχθημόνως διακείμενον τοῦτο ποιεῖν πρὸ τῆς ἀκριβοῦς ἐξετάσεως· μήτε τῶν ἐλέγχων προφανῶς γενομένων ἀναβάλλεσθαι τὴν ψῆφον τῇ πρὸς τὸν κρινόμενον χάριτι τὸ δίκαιον διαφθείροντα. Τοὺς μέντοι ἀγγέλους τῷ Θεῷ καὶ τῷ Χριστῷ συνέταξεν· οὐχ ὡς ὁμοτίμους, ἀλλ' ὡς δούλους. Καὶ γὰρ ἡμεῖς πολλάκις τοῖς μείζοσι τοὺς ἐλάττους συντάττομεν· καὶ δούλων ὁμοῦ καὶ δεσποτῶν, καὶ ἱερέων, καὶ λαϊκῶν παρόντων φαμέν· Ἐπὶ τούτων σε πάντων μαρτύρομαι. Οὕτω καὶ ὁ μακάριος Παῦλος· Μαρτύρομαί σε, φησὶν, ἐπὶ τοῦ Θεοῦ, καὶ τοῦ Υἱοῦ αὐτοῦ, καὶ τῶν θεραπόντων αὐτοῦ. κβʹ. «Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις.» Ἐξετάζειν γὰρ πρότερον χρὴ τοῦ χειροτονουμένου τὸν βίον· εἶθ' οὕτω καλεῖν ἐπ' αὐτὸν τὴν χάριν τοῦ Πνεύματος. «Σεαυτὸν ἁγνὸν τήρει.» Μὴ ποίει σαυτὸν κατηγορίας ὑπεύθυνον. Εἶτα καὶ σύμμετρον τῷ σώματι προσφέρειν θεραπείαν κελεύει. κγʹ. «Μηκέτι ὑδροπότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας.» Λόγῳ τοὺς ἄλλους ἰώμενος, τὴν ἀπὸ τοῦ οἴνου τῷ μαθητῇ θεραπείαν προσφέρει, πιστεύων τῷ εἰρηκότι· «Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Εἶτα τὸν περὶ τῆς χειροτονίας ἀναλαμβάνει λόγον. κδʹ, κεʹ. «Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.» Οὐ πάντες, φησὶ, προφανῶς ἁμαρτάνουσιν· εἰσὶ γὰρ οἳ καὶ κρύβδην παρανομοῦσιν. Ἀλλ' ὅμως τὸ σήμερον λανθάνον τῷ χρόνῳ φωρᾶται. Ἀνάμενε τοίνυν τὴν ἀπὸ τῆς πείρας διδασκαλίαν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
