# Interpretatio in xiv epistulas sancti Pauli 82.828

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.828

προσφέρει. Μᾶλλον δὲ καὶ τούτου κηδόμενος, τοῦτο ποιεῖ· ἵνα μετὰ πλείονος καὶ αὐτὸς προθυμίας ῥυθμίσῃ τοὺς ἑαυτοῦ μαθητάς. Καλὴν δὲ ὁμολογίαν τοῦ Κυρίου, τὴν τῆς οἰκουμένης κέκληκε σωτηρίαν· ὑπὲρ αὐτῆς γὰρ τὸ πάθος ὑπέμεινεν. Ἐπειδὴ δὲ οἱ τὰ Ἀρείου φρονοῦντες, τὸ, «Πάντα δι' αὐτοῦ ἐγένετο.» κακῶς νοοῦντες, καὶ τὸ Πνεῦμα τοῖς πᾶσι συμπεριλαμβάνειν φιλονεικοῦσιν, ἀκουέτωσαν τοῦ Ἀποστόλου λέγοντος, τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ εἰπάτωσαν ἡμῖν πῶς νοοῦσιν ἐνταῦθα, τὰ πάντα. Ἆρα καὶ τῶν ἀλόγων τὰ γένη τῆς ἀναστάσεως τεύξεται, καὶ πρὸς τοῖς ἀλόγοις τὰ ἄψυχα, φυτὰ λέγω καὶ σπέρματα, καὶ λίθοι, καὶ ξύλα, καὶ τὰ τούτοις προσόμοια; Ἀλλὰ δῆλον ὡς οὐκ ἂν εἴποιεν. Οὐκοῦν ἡμῖν ὁ θεῖος Ἀπόστολος καταλέλοιπε τὸ εὐσεβῶς νοῆσαι τὰ πάντα. Οὕτω τοίνυν καὶ τὸ εὐαγγελικὸν νοητέον ῥητόν. Ἀλλ' ἐπὶ τὰ λοιπὰ τῆς ἑρμηνείας βαδίσωμεν. Διαμαρτυράμενος γὰρ αὐτὸν, λέγει καὶ ἐπὶ τίσι διαμαρτύρεται. ιδʹ. «Τηρῆσαί σε τὴν ἐντολήν.» Τουτέστι, ταῦτα ἃ γράφω. «Ἄσπιλον, ἀνεπίληπτον, μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀντὶ τοῦ, Εἰς ἐκείνην ἀποβλέπων, καὶ ἐκείνην προσμένων, μηδὲν ἀναμίξῃς ἀλλότριον τῇ θείᾳ διδασκαλίᾳ. ιεʹ, ιϛʹ. «Ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν.» Ἀπὸ τῶν προσόντων τῷ Θεῷ τὸν περὶ τῆς ἀναστάσεως, καὶ τῆς κρίσεως, καὶ τῶν ἀντιδόσεων ἐβεβαίωσε λόγον. Πρῶτον μὲν γὰρ αὐτοῦ τὸ ἄτρεπτον ἔδειξεν, μακάριον ὀνομάσας. Ὁ γὰρ φύσει μακάριος οὐδεμίαν τροπὴν ἐπιδέχεται. Εἶτα τὸ δυνατόν· Μόνος γὰρ, φησὶ, δυνατὸς, καὶ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων. Ἔπειτα τὸ ἀνώλεθρον· Ὁ μόνος ἔχων ἀθανασίαν. Πρὸς τούτοις αὐτὴν οὐ δυνηθεὶς ἐρευνῆσαι τὴν φύσιν, τὸ περὶ αὐτὴν ὑπέδειξε φῶς· Φῶς γὰρ, φησὶν, οἰκῶν ἀπρόσιτον. Ἀλλ' οὐδὲ τοῦτο ἁρμόδιον Θεῷ· ἀπερίγραφον γὰρ ἔχει τὴν φύσιν, εἰ δὲ φῶς οἰκεῖ, περιγράφεται ἀπὸ τούτου· ἀλλ' ὡς δύναται ὑμνεῖ, καὶ ὅσον φθάνει βλέπει. Εἰ δὲ τὸ περὶ αὐτὸν φῶς ἀπρόσιτον, πῶς οἷόν τε αὐτὸν κατιδεῖν; Ὅθεν ἐπήγαγεν· Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται. ιζʹ. «Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι.» Ἄδηλον γὰρ τοῦ πλούτου τὸ κτῆμα. Νῦν μὲν γὰρ παρὰ τούτῳ φοιτᾷ, νῦν δὲ πρὸς ἐκεῖνον μεταβαίνει· καὶ πολλοὺς ἔχων κυρίους, οὐδενός ἐστι κτῆμα. Τῷ δὲ διορισμῷ ἀναγκαίως ἐχρήσατο. Εἰσὶ γὰρ πλούσιοι καὶ τοῦ μέλλοντος αἰῶνος, οἱ τὸν μόνι-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
