Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.829
Not analysed yet
μον πλοῦτον καὶ διαρκῆ κεκτημένοι. «Ἀλλ' ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν.» Αὐτῷ δὲ, φησὶ, προσήκει θαῤῥεῖν, ὃς ἀεὶ μὲν ζῇ, πᾶσι δὲ χορηγεῖ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Οὐ μόνον δὲ πιστεύειν Θεῷ παρεγγυᾷ, ἀλλὰ καὶ πράττειν ὅσα τῇ πίστει συμβαίνει. ιηʹ. «Ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς.» Τὸ μὲν γάρ ἐστι τῆς τῶν χρημάτων χορηγίας· τὸ δὲ τῆς τῶν ἠθῶν μετριότητος. Κοινωνικοὺς γὰρ καλεῖν εἰώθαμεν τοὺς ἄτυφον ἦθος ἔχοντας. ιθʹ. «Ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς.» Τοῦ πλούτου τὴν κτῆσιν ἐκάλεσεν ἄδηλον· τῶν δὲ μελλόντων ἀγαθῶν τὴν ἀπόλαυσιν θεμέλιον κέκληκεν· ἀκίνητα γὰρ ἐκεῖνα καὶ ἄτρεπτα. κʹ. «Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον.» Παραθήκην οἶμαι αὐτὸν τὴν χάριν λέγειν τοῦ Πνεύματος, ἣν διὰ τῆς χειροτονίας ἐδέξατο. «Ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας, καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, (καʹ.) ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.» Οἳ ἀπὸ Σίμωνος γνωστικοὺς ἑαυτοὺς προσηγόρευσαν· ἃ γὰρ σεσίγηκε, φασὶν, ἡ θεία Γραφὴ, ταῦτα ὁ Θεὸς αὐτοῖς ἀπεκάλυψεν· ἔστι δὲ πάσης δυσσεβείας καὶ ἀσελγείας μεστά. Ταύτην εἰκότως ψευδώνυμον ἐκάλεσε γνῶσιν. Ἀγνοίας ζόφον, ἀλλ' οὐ θεογνωσίας ἔχουσι φῶς. «Ἡ χάρις μετὰ σοῦ. Ἀμήν.» Τὴν συνήθη εὐλογίαν ἐπέθηκε. Ταύτην προσήκει τὴν διδασκαλίαν ἅπαντας τοὺς ἱερωσύνης ἠξιωμένους σὺν ἀκριβείᾳ φυλάττειν, καὶ οἷόν τινα κανόνα ἑαυτοῖς προσφέρειν ἀεὶ, καὶ πρὸς τοῦτον διευθύνειν τά τε λεγόμενα, τά τε πραττόμενα παρ' αὐτῶν. Οὕτω γὰρ δυνατὸν καὶ τῆς τοῦ μακαρίου Τιμοθέου γενέσθαι μερίδος, καὶ μέντοι καὶ αὐτοῦ τοῦ θειοτάτου Παύλου, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Τιμόθεον αʹ Ἐπιστολὴ ἐγράφη ἀπὸ Λαοδικείας, ἥτις ἐστὶ μητρόπολις Φρυγίας.