# Interpretatio in xiv epistulas sancti Pauli 82.832

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.832

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Ἀπὸ τῆς Ῥώμης τὴν δευτέραν τῷ τρισμακαρίῳ Τιμοθέῳ γέγραφεν Ἐπιστολὴν ὁ θεῖος Ἀπόστολος, παρ' αὐτὸ λοιπὸν ὢν τοῦ βίου τὸ τέλος. Καὶ τοῦτο δεδήλωκεν αὐτὸς ὡδὶ γεγραφώς· «Ἐγὼ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.» Ἐπέστελλε δὲ αὐτῷ, παραθαρσύνων εἰς τοὺς περὶ τῆς εὐσεβείας ἀγῶνας, καὶ φέρειν γενναίως τοὺς ὑπὲρ τῆς πίστεως κινδύνους παρακαλῶν. Ὑπέδειξε δὲ καὶ τῶν ἀγώνων τὰ ἆθλα. Προείρηκε δὲ καὶ περί τινων, τὸ μὲν πρόσχημα τῆς εὐσεβείας περικειμένων, ἀλλότριον δὲ τῆς ἐπαγγελίας βίον προαιρουμένων. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ, βʹ. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ, καὶ γνησίῳ τέκνῳ, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.» Οὐ πᾶς υἱὸς ἀγαπητός· ἔστι γὰρ ὅτε καὶ τὴν φυσικὴν σβέννυσι φιλοστοργίαν τῶν παίδων ἡ δυστροπία. Τὸν δὲ πάντα ἄριστον Τιμόθεον καὶ υἱὸν καὶ ἀγαπητὸν οὐχ ἡ φύσις, ἀλλ' ἡ γνώμη πεποίηκε. Τὸ δὲ, κατ' ἐπαγγελίαν ζωῆς, οὕτω νοητέον· Ἀπόστολόν με προεβάλετο, φησὶν, ὁ Δεσπότης Θεὸς, συμψηφισαμένου καὶ τοῦ Υἱοῦ, ὥστε με τὴν ἐπαγγελθεῖσαν αἰώνιον ζωὴν τοῖς ἀνθρώποις κηρύξαι. γʹ. «Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει.» Ἀψευδὴς μὲν ὁ λόγος εἰ καὶ τοῦ βίου προσεμαρτύρει λαμπρότητι, ἀλλ' ὅμως τὴν εἰλικρινῆ περὶ τὸν Θεὸν διάθεσιν διὰ τοῦ καθαροῦ συνειδότος ᾐνίξατο. Καὶ γὰρ ἡνίκα ἐδίωκεν, ὑπὲρ Θεοῦ, τοῦτο ποιεῖν ὑπελάμβανε. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Φιλιππησίους ἔφη· «Κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.» «Ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου, νυκτὸς καὶ ἡμέρας, (δʹ.) ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ.» Ἀσαφῆ τὴν διάνοιαν ἡ συνθήκη πεποίηκε. Λέγει δὲ τοῦτο, ἀναμιμνησκόμενός σου τῶν δακρύων,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
