Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.833
Not analysed yet
θυμηδίας ἐμφοροῦμαι πολλῆς, καὶ τῷ πόθῳ πυρσεύομαι, ἱμειρόμενός σε πάλιν ἰδεῖν· καὶ προσευχόμενος δὲ διηνεκῶς ἐπὶ σοὶ τὸν Θεὸν ἀνυμνῶ. Εἰκὸς δὲ αὐτῷ γενέσθαι τὰ δάκρυα συνταττομένῳ, καὶ τοῦ διδασκάλου χωριζομένῳ. εʹ. «Ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.» Εὐφραίνει με καὶ διαφερόντως τὸ εἰλικρινές σου τῆς πίστεως. «Ἥτις ἐνῴκησε πρότερον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρί σου Εὐνίκῃ.» Μέμνηται αὐτοῦ τῆς μητρὸς καὶ Λουκᾶς ὁ μακάριος ἐν ταῖς Πράξεσιν· «Ἦν δὲ ἐκεῖ, φησὶ, μαθητὴς ὀνόματι Τιμόθεος, υἱὸς Ἰουδαίας πιστῆς.» Ἀλλὰ τὸ μὲν ἦν πάλαι, τὸ δὲ προσέλαβεν. Ἰουδαία γὰρ οὖσα, τῷ Σωτῆρι τῶν ὅλων ἐπίστευσε. Τῇ μέντοι μετ' εὐφημίας μνήμῃ τῶν προγόνων ὁ θεῖος Ἀπόστολος κρατύνει τὴν πίστιν ἐν τῷ μαθητῇ. Οὐδὲν γὰρ οὕτως ὀνίνησιν ὡς οἰκεῖον παράδειγμα. Καὶ ἐπειδὴ συμβαίνει τινὰς ἐξ εὐσεβῶν γενομένους μὴ ζηλῶσαι τὴν τῶν προγόνων εὐσέβειαν, ἀναγκαίως ἐπήγαγε· «Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.» Εἶτα τοῦτο αὐτὸ τῆς παραινέσεως ὑποβάθραν ποιεῖται. ϛʹ. «Δι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου.» Ταῦτα περὶ σοῦ πεπεισμένος παρακαλῶ σε πυρσεύειν τῇ προθυμίᾳ τὴν χάριν τοῦ Πνεύματος, ἣν διὰ τῆς ἐμῆς ἐκομίσω χειροτονίας. Καθάπερ γὰρ τὸ ἔλαιον τῆς λαμπάδος τὴν φλόγα σφοδροτέραν ἐργάζεται, οὕτως ἡ καλὴ τῆς ψυχῆς προθυμία τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐφέλκεται. ζʹ. «Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ.» Τοῦ παναγίου γὰρ Πνεύματος τὴν χάριν δέδωκεν ἡμῖν ὁ Θεὸς, οὐχ ἵνα δειλιῶμεν τοὺς ὑπὲρ τῆς εὐσεβείας κινδύνους, ἀλλ' ἵνα θείας δυνάμεως ἐμφορούμενοι, θερμῶς μὲν αὐτὸν ἀγαπήσωμεν, σωφρονίσωμεν δὲ τῶν ἐν ἡμῖν οἰκουμένων παθημάτων τὴν ἀταξίαν. ηʹ. «Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ.» Σταυρὸς ἦν ὁ κηρυττόμενος, καὶ ὕβρεις, καὶ λοιδορίαι, καὶ πάθος, καὶ θάνατος. Ταῦτα δὲ τοῖς ἀπιστοῦσιν αἰσχύνης ἐδόκει εἶναι μεστά. «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ, φησὶ, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν.» Οὗ δὴ χάριν καὶ αὐτὸς Ῥωμαίοις ἐπιστέλλων ἔφη· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι.» Παραινεῖ τοίνυν τῷ μαθητῇ μετὰ παῤῥησίας ταῦτα κηρύττειν. Διά τοι τοῦτο καὶ τῶν οἰκείων ἐμνήσθη δεσμῶν, διδάσκων ὡς τοῦ κηρύγματος ἕνεκα πεπεδημένος ᾤκει τὸ δεσμωτήριον. «Ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, (θʹ.) τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ.» Τῶν κηρύκων τὸ πάθος, τοῦ Εὐαγγελίου προσηγόρευσε πάθος, ἐπειδὴ χάριν ἐκεί-