# Interpretatio in xiv epistulas sancti Pauli 82.836

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.836

νου τὰς παντοδαπὰς τιμωρίας ὑπέμενον. Παρεγγυᾷ τοίνυν αὐτῷ ταῦτα φέρειν γενναίως, καὶ παραθαῤῥύνει τῇ μνήμῃ τῆς θείας δυνάμεως. Ὁ γὰρ ἐπὶ σωτηρίᾳ καλέσας, καὶ δύναμιν παρέχει, τῇ πίστει τῶν δεχομένων τὴν χάριν μετρῶν. «Οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ' ἰδίαν πρόθεσιν καὶ χάριν.» Κέκληκε δὲ ἡμᾶς, οὐκ εἰς τὸν ἡμέτερον ἀποβλέψας βίον, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν. «Τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων. (ιʹ.) Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ταῦτα ἄνωθεν μὲν καὶ πρὸ τῶν αἰώνων προώρισεν ὁ τῶν ὅλων Θεός· νυνὶ δὲ τοῖς προωρισθεῖσι τὸ πέρας ἐπέθηκε. Ταῦτα δὲ καὶ βουλευόμενος σύμψηφον ἔσχε τὸν Δεσπότην Χριστὸν, καὶ ἐπιτελῶν συνεργόν. Διὰ γὰρ τῆς ἐπιφανείας αὐτοῦ τὸ ἔργον ἐπέθηκε. Σαφῶς δὲ καὶ διὰ τούτων ἔδειξε τοῦ Υἱοῦ τὸ ἀΐδιον. Λέγει δὲ καὶ τὰ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος γεγενημένα. «Καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ Εὐαγγελίου· (ιαʹ.) εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, καὶ διδάσκαλος ἐθνῶν.» Ἐνανθρωπήσας γὰρ ὁ μονογενὴς Λόγος ἔπαυσε μὲν τοῦ θανάτου τὴν δυναστείαν, ἔδωκε δὲ ἡμῖν τῆς αἰωνίου ζωῆς τὴν ἐπαγγελίαν. Τοῦτο γὰρ εἶπε φωτίσαντος, ἀντὶ τοῦ, προμηνύσαντος. Ἐμὲ δὲ, φησὶ, τούτων κεχειροτόνηκε κήρυκα, ὥστε με πᾶσι τοῖς ἔθνεσι προσενεγκεῖν τὰ τῶν ἀγαθῶν εὐαγγέλια. ιβʹ. «Δι' ἣν αἰτίαν καὶ ταῦτα πάσχω.» Σαφῶς ἔδειξε καὶ τὴν ἐκείνων ἀχαριστίαν, καὶ τὴν οἰκείαν ἀνδρείαν. Εὐαγγέλια γὰρ ἐκεῖνοι δεχόμενοι, δέον θεραπεύειν, ἐκόλαζον· αὐτὸς δὲ μεθ' ἡδονῆς τὰς τιμωρίας ἐδέχετο. Τοῦτο γὰρ ἐπήγαγεν· «Ἀλλ' οὐκ ἐπαισχύνομαι.» Τούτου χάριν καὶ τῷ μαθητῇ μὴ ἐπαισχύνεσθαι παρεγγύησεν. «Οἶδα γὰρ ᾧ πεπίστευκα.» Τουτέστιν ὅτι Θεὸς, ὅτι ποιητὴς, ὅτι Δεσπότης καὶ Κύριος. «Καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.» Θαῤῥῶ γὰρ εἰς τὴν αὐτοῦ δύναμιν ἀποβλέπων, ὅσην παρέσχε μοι τοῦ Πνεύματος χάριν, ἀκήρατον φυλάξει μέχρι τῆς αὑτοῦ παρουσίας. Εἶτα διδάσκει πῶς δυνατὸν κατορθῶσαι τὴν κατὰ Θεὸν ἀρετήν. ιγʹ. «Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρ' ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ.» Μιμοῦ, φησὶ, τοὺς ζωγράφους, καὶ καθάπερ ἐκεῖνοι τοῖς ἀρχετύποις προσέχοντες, σὺν ἀκριβείᾳ ἐκείνων ζωγραφοῦσιν εἰκόνας· οὕτω καὶ σὺ οἷόν τι ἀρχέτυπον ἔχε τὴν παρ' ἐμοῦ περὶ πίστεως καὶ ἀγάπης γεγενημένην διδασκαλίαν. ιδʹ. «Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.» Ἔχεις ἀρκοῦσαν εἰς φωταγωγίαν τοῦ Πνεύματος χάριν. Ταύτῃ τοίνυν διατήρησον τὴν προθυμίαν. Εἶτα τῇ μνήμῃ τῶν οἰκείων πειρασμῶν κἀκεῖνον φέρειν τὰ τοιαῦτα προτρέπει. ιεʹ. «Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης.»

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
