# Interpretatio in xiv epistulas sancti Pauli 82.837

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.837

Ἐν τῇ Ῥώμῃ πάλαι ἦν τὰ βασίλεια. Πολλοὶ τοίνυν ἐπεδήμουν ἐκεῖσε, οἱ μὲν ἐμπορείας χάριν, οἱ δὲ καὶ διὰ χρείας ἑτέρας. Εἰκότως τοίνυν καὶ κατ' ἐκεῖνον τὸν καιρὸν, τῶν ἐν Ἀσίᾳ πεπιστευκότων ἀποδημῆσαί τινας, καὶ φυγεῖν τοῦ Ἀποστόλου τὴν συνουσίαν, διὰ τὸ Νέρωνος δέος. Τῶν δύο δὲ τούτων καὶ τὰ ὀνόματα τέθεικεν, ὡς ἐναργεστάτην ἐπιδειξαμένων δηλονότι δυσμένειαν. Καὶ τοῦτο δὲ πεποίηκεν, οὐ τούτων κατηγορῶν, ἀλλὰ τῷ τῆς Ἀσίας ἐγκεχειρισμένῳ τὸ κήρυγμα δήλους ποιῶν τοὺς ἀντιπάλους τῆς πίστεως. Ἀλλ' ὥσπερ διὰ τούτων φέρειν αὐτὸν γενναίως τὰ προσπίπτοντα λυπηρὰ παρεκάλεσεν· οὕτω διὰ τῶν ἑξῆς ψυχαγωγίαν αὐτῷ προσφέρει. ιϛʹ—ιηʹ. «Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με, καὶ εὗρε. Δῴη αὐτῷ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησέ μοι βέλτιον σὺ γινώσκεις.» Ἀξιάγαστος, καὶ ζηλωτὸς, καὶ τρισμακάριος ὁ τοσαύτην μὲν τῷ Ἀποστόλῳ θεραπείαν προσενεγκὼν, τὴν δὲ παρ' ἐκείνης τῆς γλώττης εὐλογίαν δρεψάμενος. Ἐκεῖνοι μὲν γὰρ, ὧν ἐν τοῖς πρόσθεν ἐμνήσθη, καὶ παρόντες ἀπεστράφησαν τὸν Ἀπόστολον· οὗτος δὲ ἀπὸ τῆς Ἀσίας ἔδραμεν εἰς τὴν Ῥώμην, οὔτε πρὸς τὸ μῆκος τῆς ὁδοιπορίας ὀκλάσας, οὔτε τὸν ὠμότατον φοβηθεὶς βασιλέα, καὶ παντοδαπῆς αὐτὸν θεραπείας ἠξίωσεν. Οὗ δὴ χάριν οὐ μόνον αὐτῷ, ἀλλὰ καὶ παντὶ τῷ οἴκῳ τὸν θεῖον ἀντέδωκεν ἔλεον. Ἀνέμνησε δὲ αὐτὸν, ὡς εἰδότα καὶ τῆς ἐν Ἐφέσῳ παρ' αὐτοῦ θεραπείας γεγενημένης. Ὅτι δὲ εἰς ὠφέλειαν τοῦ μαθητοῦ, καὶ τὰ σκυθρωπὰ καὶ τὰ θυμήρη γέγραφε, τὰ ἑξῆς μαρτυρεῖ. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ.» Ταῦτα, φησὶν, εἰδὼς, στῆθι ἀνδρείως· ὑπερείδει γάρ σε τοῦ Κυρίου ἡ χάρις. βʹ. «Καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.» Ἅπερ ἤκουσάς μου πολλοὺς διδάσκοντος· τοῦτο γὰρ ἔφη, διὰ πολλῶν μαρτύρων, ταῦτα διατέλει κηρύττων· καὶ ὥσπερ παρ' ἐμοῦ προεβλήθης διδάσκαλος, οὕτω καὶ σὺ τοὺς τῇ πίστει κεκοσμημένους ταῦτα δίδαξον ἃ μεμάθηκας, ἵνα κἀκεῖνοι πάλιν πρὸς ἑτέρους τὴν διδασκαλίαν διαπορθμεύσωσι. γʹ. «Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ.» Ἀπόβλεψον τίνος εἶ στρατιώτης, καὶ φέρε γενναίως τοὺς πόνους τῆς στρατείας. Εἶτα τῇ μεταφορᾷ ἐπιμένων ἐκεῖθεν πορίζει τὴν ὠφέλειαν. δʹ. «Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.»

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
