# Interpretatio in xiv epistulas sancti Pauli 82.84

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.84

σὰρξ ἐνώπιον αὐτοῦ. Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ τοῦ νόμου κατηγορεῖν, ἐπήγαγε· Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Ἀκριβεστέραν, φησὶν, ὁ νόμος τοῖς ἀνθρώποις ἐπίγνωσιν τῆς ἁμαρτίας ἐντέθεικε, σφοδροτέραν τὴν κατ' αὐτῆς κατηγορίαν πεποίηκε· εἰς δὲ τῆς ἀρετῆς τὴν κατόρθωσιν ἐπαρκέσαι τοῖς ἀνθρώποις οὐκ ἴσχυσεν. Οὕτω δείξας τὸν νόμον μόνον διδάσκαλον τῶν καλῶν, ὑποδείκνυσι τῆς χάριτος τὴν ἰσχύν. καʹ. Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Τίς ἂν ἀξίως θαυμάσοι τῆς ἀποστολικῆς σοφίας τὴν δύναμιν; Ἔδειξε γὰρ κατὰ ταυτὸν καὶ πεπαυμένον τὸν νόμον, καὶ συνηγοροῦντα τῇ χάριτι. Ἁρμοδίως δὲ καὶ τὸ, πεφανέρωται, τέθεικε. Τὸ γὰρ κεκρυμμένον τῆς οἰκονομίας μυστήριον δῆλον πεποίηκεν ἅπασιν. Ἐν δέ γε τῇ παρεξετάσει τῆς χάριτος, καὶ τοῦ νόμου, ἔδειξε τὴν τῆς νίκης ὑπερβολὴν, αὐτὸν τὸν νόμον καὶ τοὺς προφήτας μάρτυρας ἀποφήνας τῆς χάριτος. κβʹ. Δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας. Ἀνελάβετο τὸ προειρημένον, ἵνα προσθῇ τὸ λειπόμενον. Ἐπειδὴ γὰρ εἶπε, Δικαιοσύνη Θεοῦ πεφανέρωται, εἶτά τινα παρενέθεικεν, ἀναγκαίως τοῦτον τὸν λόγον ἀναλαβὼν, δείκνυσι διὰ τῆς εἰς τὸν Δεσπότην Χριστὸν πίστεως ταύτης ἀπολαύοντας, εἴτε Ἰουδαῖοι εἶεν, εἴτε Ἕλληνες, οἱ ταύτης τυχεῖν ἐφιέμενοι. Τὸ γὰρ εἰς πάντας, τοὺς Ἰουδαίους λέγει· ἐπὶ πάντας δὲ, τοὺς ἐκ τῶν ἄλλων ἐθνῶν. Καὶ ἐπιμένει τοῦτο διδάσκων σαφέστερον· Οὐ γάρ ἐστι διαστολή. κγʹ. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Ἐν συντόμῳ πάντας ὑπευθύνους ἔδειξε, καὶ τῆς χάριτος ἐνδεεῖς. κδʹ. Δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Πίστιν γὰρ μόνην εἰσενεγκόντες, τῶν ἁμαρτημάτων τὴν ἄφεσιν ἐδεξάμεθα· ἐπειδὴ οἷόν τι λύτρον ὑπὲρ ἡμῶν ὁ Δεσπότης Χριστὸς τὸ οἰκεῖον προσενήνοχε σῶμα. κεʹ. Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως, ἐν τῷ αὑτοῦ αἵματι. Τὸ ἱλαστήριον πέταλον ἦν χρυσοῦν· ἐπέκειτο δὲ τῇ κιβωτῷ· ἑκατέρωθεν δὲ εἶχε τὰ τῶν Χερουβὶμ ἐκτυπώματα. Ἐκεῖθεν τῷ ἀρχιερεῖ λειτουργοῦντι ἐγίνετο δήλη τοῦ Θεοῦ ἡ εὐμένεια. Διδάσκει τοίνυν ὁ θεῖος Ἀπόστολος, ὡς τὸ ἀληθινὸν ἱλαστήριον ὁ Δεσπότης ἐστὶ Χριστός. Ἐκεῖνο γὰρ τὸ παλαιὸν τούτου τὸν τύπον ἐπλήρου. Ἁρμόττει δὲ αὐτῷ ὡς ἀνθρώπῳ τὸ ὄνομα, οὐχ ὡς Θεῷ. Ὡς γὰρ Θεὸς, αὐτὸς διὰ τοῦ ἱλαστηρίου χρηματίζει· ὡς δὲ ἄνθρωπος, καὶ ταύτην δέχεται τὴν προσηγορίαν, καθάπερ καὶ τὰς ἄλλας, οἷον πρόβατον, καὶ ἀμνὸς, καὶ ἁμαρτία, καὶ κατάρα, καὶ ὅσα τοιαῦτα. Καὶ τὸ μὲν παλαιὸν ἱλαστήριον καὶ ἄναιμον ἦν, ἐπείπερ καὶ ἄψυχον· τοῦ δὲ τῶν ἱερείων αἵματος τὰς ῥανίδας ἐδέχετο. Ὁ δὲ Δεσπότης Χριστὸς, καὶ Θεός ἐστι, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
