Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.840
Not analysed yet
Οἱ στρατιωτικὸν ἀσπαζόμενοι βίον, τῶν ἐμπορικῶν εἰσιν ἐπιτηδευμάτων κεχωρισμένοι, μόνης δὲ τῆς ὁπλιτικῆς ἐμπειρίας ποιοῦνται φροντίδα, ἵνα τοὺς τὴν αὐτὴν φύσιν ἔχοντας θεραπεύσωσιν ἄρχοντας. Εἶτα καὶ ἐξ ἑτέρας εἰκόνος τὴν αὐτὴν κατασκευάζει παραίνεσιν. εʹ. «Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Καὶ ἡ ἀθλητικὴ νόμους ἔχει τινὰς, καθ' οὓς προσήκει τοὺς ἀθλητὰς ἀγωνίζεσθαι· ὁ δὲ παρὰ τούτους παλαίων τῶν στεφάνων διαμαρτάνει. Οὕτω δείξας τὸν ἄριστον στρατιώτην τῶν ἄλλων φροντίδων ἀπηλλαγμένον, καὶ τὸν γενναῖον ἀθλητὴν ἐννόμως μὲν ἀγωνιζόμενον, ἐννόμως δὲ στεφανούμενον, ἑτέραν εἰκόνα πάλιν εἰσφέρει, καὶ αὐτὴν ἔχουσαν μετὰ τοῦ πόνου τὸ κέρδος. ϛʹ. «Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.» Πρὸ γὰρ τῶν κεκτημένων οἱ γηπόνοι μεταλαγχάνουσι τῶν καρπῶν. Ἔχεις τοίνυν καὶ σὺ, φησὶ, μεγάλας τῶν πόνων ἀντιδόσεις, γεωργεῖν τὰς τῶν ἀνθρώπων πεπιστευμένας ψυχάς. Τοῦτο γὰρ ἐπήγαγε· ζʹ. «Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν.» Ἐπειδὴ γὰρ παραβολικὸν ἦν τοῦ λόγου τὸ σχῆμα, ἀναγκαίως αὐτὸν διήγειρεν εἰς κατανόησιν τοῦ κεκρυμμένου νοήματος, καὶ τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν αὐτὸν συνέσεως ηὔξατο. Τινὲς μέντοι τοῦ γεωργοῦ τὴν εἰκόνα ἑτέρως ἐνόησαν. Ἔφασαν γὰρ τὸν Ἀπόστολον τῷ μαθητῇ παρεγγυῆσαι ἐκ τοῦ κηρύγματος ἔχειν τὴν ἀναγκαίαν τροφήν. ηʹ, θʹ. «Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαβὶδ, κατὰ τὸ Εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος.» Σίμων ἤρξατο κατ' ἐκεῖνον τὸν καιρὸν τὰς αἱρετικὰς κατασπείρειν ἀκάνθας. Οὗτος δὲ καὶ οἱ ἐκ τούτου πάντες τῆς σαρκὸς ἠρνήθησαν τὴν ἀνάληψιν, καὶ φαντασίᾳ γεγενῆσθαι τὴν ἐνανθρώπησιν ἔφασαν. Οὗ δὴ χάριν ὁ θεῖος Ἀπόστολος, τὰ περὶ τῆς θείας φύσεως ἐπὶ τοῦ παρόντος σιγήσας, περὶ μόνης αὐτῷ τῆς οἰκονομίας ἐπέστειλεν, ἀεὶ μεμνῆσθαι τῆς ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα γεννήσεως παρεγγυήσας, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως. Ἀμφότερα δὲ τέθεικε, τὴν γέννησιν καὶ τὸ πάθος· καὶ τὸ γένος δέ γε προστέθεικεν, ἐπειδὴ ταῦτα πάντα προφανῶς ἠρνήθησαν οἱ τῆς ἀληθείας ἐχθροί. Τοῦτο δὲ, φησὶν, ἐγὼ κηρύττων τὸ Εὐαγγέλιον, τὰ τῶν κακούργων ὑπομένω πάθη. Δεικνὺς δὲ τοῦ κηρύγματος τὴν ἰσχὺν, ἐπήγαγεν· «Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται.» Τῶν γὰρ δὴ χειρῶν καὶ τῶν ποδῶν δεδεμένων, ἡ γλῶττα κηρύττει τὸ Εὐαγγέλιον. ιʹ. «Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.» Ἀσπασίως γὰρ φέρω τὰ