# Interpretatio in xiv epistulas sancti Pauli 82.841

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.841

παντοδαπὰ σκυθρωπὰ, ὥστε τῆς σωτηρίας τοὺς ἀξίους ἀπολαῦσαι, καὶ τῆς δόξης ἐκείνης τῆς αἰωνίου μεταλαχεῖν. Οὐ γὰρ μόνον σωτηρίας ἠξίωσε τοὺς πιστεύοντας ὁ Δεσπότης, ἀλλὰ καὶ τὴν ἀνώλεθρον αὐτοῖς ἐπηγγείλατο δόξαν. Οὕτω δείξας τῶν πόνων τὰς ἀντιδόσεις, ἐπήγαγε· ιαʹ. «Πιστὸς ὁ λόγος.» Ἀντὶ τοῦ, Ἀληθὴς, ἀναμφίλεκτος, ψεύδους ἐλεύθερος. «Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· (ιβʹ.) εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» Τὸ, συναπεθάνομεν, οὐ περὶ τῶν ἀναιρουμένων μόνον τέθεικεν, ἀλλὰ καὶ περὶ τῶν βαπτιζομένων. Καὶ γὰρ οὗτοι γνησίως πιστεύοντες, καὶ κατάλληλον τῇ πίστει ἐπιδεικνύμενοι βίον, κοινωνοῦσι τῆς ζωῆς τῷ Δεσπότῃ. «Εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς.» Ταῦτα γὰρ καὶ αὐτὸς ὁ Δεσπότης ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἴρηκεν· «Ὃς δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Εἶτα διδάσκει ὡς ὁ ἀρνούμενος αὐτὸν μὲν οὐ βλάψει, ἑαυτὸν δὲ λωβήσεται. ιγʹ. «Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.» Οὔτε γὰρ πιστεύοντες Θεὸν αὐτὸν ἀποφαίνομεν, οὔτε ἀπιστοῦντες τῆς θείας ἐκβάλλομεν φύσεως· ἀλλὰ καὶ πιστευόντων ἡμῶν, καὶ ἀπιστούντων, αὐτὸς Θεός ἐστιν. Ἡμεῖς τοίνυν πιστεύοντες τὴν ὠφέλειαν καρπούμεθα. ιδʹ. «Ταῦτα ὑπομίμνησκε, διαμαρτυρούμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν, εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.» Πιστεύειν γὰρ δεῖ μόνον, καὶ μὴ βλασφημίας ἀφορμὴν ποιεῖσθαι τὴν περὶ τούτων διάλεξιν, καὶ τὴν ἀπὸ τῆς ἔριδος βλάβην τοῖς ἀκούουσι πραγματεύεσθαι. ιεʹ. «Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.» Ἐπαινοῦμεν τῶν γεωργῶν τοὺς εὐθείας τὰς αὔλακας ἀνατέμνοντας. Οὕτω καὶ διδάσκαλος ἀξιέπαινος, ὁ τῷ κανόνι τῶν θείων λογίων ἑπόμενος. ιϛʹ. «Τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο.» Ἔδειξε σαφῶς ὡς ὀρθοτομίαν ἐκάλεσε τὴν τῆς ἀληθείας διδασκαλίαν. Φεύγειν γὰρ αὐτῶν παρῄνεσε τὰ μυσαρὰ καὶ μάταια δόγματα. «Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας· (ιζʹ.) καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει.» Πάθος ἐστὶν ἡ γάγγραινα, ἕρπον καὶ τὸ ὑγιαῖνον τοῦ σώματος λυμαῖνον. Τούτῳ τοὺς τἀναντία τῇ ἀληθείᾳ διδάσκειν ἐπιχειροῦντας ἀπείκασε. Διαφθείρουσι γὰρ πολλάκις καὶ τοὺς τοῦ πάθους ἀπηλλαγμένους· τίθησι δὲ καὶ τὰ ὀνόματα τούτων, οἷς τὸ πάθος ἀπείκασεν. «Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός.» Τί δὲ οὗτοι διδάσκουσιν;

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
