# Interpretatio in xiv epistulas sancti Pauli 82.844

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.844

ιηʹ. «Οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν.» Τὰς ἐκ παιδοποιίας διαδοχὰς ἀνάστασιν οἱ δυσώνυμοι προσηγόρευον· καί τινας ἐξηπάτησαν τῆς ἀποστολικῆς ἀποστῆναι διδασκαλίας. Ἐπεὶ δὲ εἶπεν, ἀνατρέπουσι τήν τινων πίστιν, ἀναγκαίως δείκνυσι τὴν τῆς ἀληθείας ἰσχύν. ιθʹ. «Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην.» Παρασαλεῦσαι, φησὶν, οὐ δύνανται τὴν τῆς ἀληθείας κρηπῖδα· ὁ Θεὸς γὰρ τοῦτον τέθεικε τὸν θεμέλιον. Σφραγὶς δὲ τοῦ θεμελίου, τῆς ἀναστάσεως ἡ ἐλπίς. Ὁ γὰρ τὴν κοινὴν ἐκβάλλων ἀνάστασιν, ἀρνεῖται τοῦ Χριστοῦ τὴν ἀνάστασιν. Ὁ δὲ ταύτην ἀρνούμενος, καὶ τὸ πάθος ἐκβάλλει· ὁ δὲ τοῦτο ἐκβάλλων, συναναιρεῖ καὶ τῆς Παρθένου τὴν γέννησιν Εἰκότως τοίνυν σφραγῖδα τοῦ θεμελίου, τῆς ἀναστάσεως τὴν πίστιν ἐκάλεσεν. «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.» Γραφικὰ μὲν τὰ ῥήματα, εἰς καιρὸν δὲ ἀμφότερα τέθεικε, καὶ φεύγειν τοῖς πεπιστευκόσι παρακελευόμενος τῶν δυσσεβούντων τὰς συνουσίας, καὶ μὴ δυσχεραίνειν τὰς τούτων ἐπαναστάσεις. Ἄνωθεν γὰρ ὁ τῶν ὅλων, φησὶ, προῄδει Θεὸς καὶ τοὺς πιστεύοντας, καὶ τοὺς τῇ ἀληθείᾳ προφανῶς πολεμήσοντας. Εἶτα κατάλληλον εἰκόνα τιθεὶς, τὴν ἐντεῦθεν αὐτῷ ψυχαγωγίαν προσφέρει. κʹ. «Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ, καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν.» Μεγάλῃ μὲν οἰκίᾳ τὸν κόσμον ἀπείκασε· σκεύεσι δὲ χρυσοῖς τοὺς εὐσεβείᾳ καὶ ἀρετῇ διαλάμποντας· ἀργυροῖς δὲ, τοὺς μετὰ πίστεως καὶ δικαιοσύνης τὸν πολιτικὸν βίον ἀσπαζομένους· ξυλίνοις δὲ καὶ ὀστρακίνοις, τοὺς δυσσεβείᾳ καὶ πονηρίᾳ συζῶντας. Ἀλλ' ἐκεῖνα μὲν ἡ φύσις ἀπέκρινε, ταῦτα δὲ ἡ γνώμη πεποίηκε τίμιά τε καὶ ἄτιμα. Τοῦτο γὰρ διδάσκει τὰ ἐπαγόμενα. καʹ. «Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.» Οὕτω δείξας τῆς γνώμης ἐξηρτημένην τὴν τοῦ κρείττονος αἵρεσιν, παραίνεσιν αὐτῷ περὶ τῶν πρακτέων προσφέρει. κβʹ. «Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε.» Τουτέστι, τρυφὴν, γέλωτος ἀμετρίαν, δόξαν κενὴν, καὶ τὰ τούτοις προσόμοια. Λέγει δὲ καὶ τὰ πρακτέα· «Δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ πάντων τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας.» Ἀγαπᾷν μὲν γὰρ ἅπαντας δυνατὸν, ἐπειδήπερ τοῦτο καὶ ὁ εὐαγγελικὸς παρακε-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
