# Interpretatio in xiv epistulas sancti Pauli 82.845

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.845

λεύεται νόμος· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν·» εἰρηνεύειν δὲ οὐ πρὸς ἅπαντας ἔνεστι· τῆς γὰρ κοινῆς τοῦτο προαιρέσεως δεῖται. Τοιοῦτοι δὲ πάντες οἱ ἐκ καθαρᾶς καρδίας τὸν Δεσπότην ἐπικαλούμενοι. κγʹ. «Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας.» Τοιαῦται δὲ αἱ κατὰ φιλοτιμίαν, καὶ οὐ κατά τινα χρείαν γινόμεναι διαλέξεις. κδʹ. «Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι.» Ἀμάχως γὰρ δεῖ προσφέρειν τὰ θεῖα παιδεύματα τὸν κηρύττειν ταῦτα πιστευόμενον. Τοῦτο γὰρ ἐπάγει· «Ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, διδακτικὸν, ἀνεξίκακον (κεʹ.), ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους.» Ὁ γὰρ μετὰ πατρικῆς ἠπιότητος ἀπιστοῦσι τὴν διδασκαλίαν προσφέρων, καὶ φέρων αὐτῶν μακροθύμως τὰς ἀντιθέσεις, πείσει πολλάκις καὶ τοὺς λίαν αἱρετικούς. Διδάσκει δὲ αὐτὸν τῇ διδασκαλίᾳ προσμένειν, καὶ μὴ ἀπαγορεύειν τοὺς μὴ ῥᾳδίως δεχομένους τὸν τοῦ κηρύγματος λόγον. «Μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς σωτηρίαν, (κϛʹ.) καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.» Εἰκὸς γὰρ αὐτοὺς τῆς ἄνωθεν ἐπικουρίας τυχεῖν, καὶ τοῦ διαβόλου τὰς παγίδας διαφυγεῖν, καὶ μαθεῖν ὅσον τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον. Εἶτα προλέγει τὴν ἐσομένην ἐν ταῖς Ἐκκλησίαις τῶν πλείστων διαφθορὰν, διδάσκων αὐτὸν μὴ δυσχεραίνειν τήν τινων ῥᾳθυμίαν, ὡς τῶν ὕστερον ἐσομένων μοχθηροτέρων γενησομένων. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ—εʹ. «Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.» Τοῦτον ἡγοῦμαι τὸν καιρὸν προειρῆσθαι. Τούτων γὰρ τῶν κακῶν πλήρης ὁ ἡμέτερος βίος, καὶ τὸ τῆς εὐσεβείας περικείμενοι πρόσχημα, τὸ τῆς πονηρίας διὰ τῶν ἔργων κατασκευάζομεν εἴδωλον. Ἐρασιχρήματοι γὰρ ἀντὶ φιλοθέων γεγόναμεν, καὶ τῶν παθῶν ἀσπαζόμεθα τὴν δουλείαν, καὶ τἄλλα ἁπαξαπλῶς ἔστιν εὑρεῖν ἐν ἡμῖν, ἃ προηγόρευσεν ὁ θεῖος Ἀπόστολος. Τὴν δὲ τούτων φεύγειν συνουσίαν τοὺς ὑπὸ τὴν Τιμοθέου πεπιστευμένους κηδεμονίαν ἐκέλευσε διὰ τῆς ἑξῆς. Φησὶ γάρ· «Καὶ τούτους ἀποτρέπου.» Καὶ ἐπιμένων τῇ κατηγορίᾳ προστίθησι καὶ ταῦτα· ϛʹ, ζʹ. «Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
